3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸀συντρίψασα[c]⸀τὴν[d]ἀλάβαστρον κατέχεεν ⸀αὐτοῦ[e]τῆς κεφαλῆς. 4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ⸀ἑαυτούς[f] Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5 ἠδύνατο γὰρ τοῦτο ⸂τὸ μύρον[g] πραθῆναι ἐπάνω ⸂δηναρίων τριακοσίων[h] καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. 6 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· 7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸀αὐτοῖς[i]εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 8 ὃ ⸀ἔσχεν[j]ἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μου[k] εἰς τὸν ἐνταφιασμόν. 9 ἀμὴν ⸀δὲ[l]λέγω ὑμῖν, ὅπου ⸀ἐὰν[m]κηρυχθῇ τὸ ⸀εὐαγγέλιον[n]εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 ⸀Καὶ[o]Ἰούδας ⸂Ἰσκαριὼθ ὁ [p] εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖ αὐτοῖς[q]. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς ⸂αὐτὸν εὐκαίρως παραδοῖ[r].
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; 13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, 14 καὶ ὅπου ⸀ἐὰν[s]εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά ⸀μου[t]ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; 15 καὶ[u]αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ⸀καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. 16 καὶ ἐξῆλθον οἱ ⸀μαθηταὶ[v]καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπεν[w]· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετʼ ἐμοῦ. 19 ⸀ἤρξαντο[x]λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ[y] 20 ὁ ⸀δὲ[z]εἶπεν αὐτοῖς· ⸀Εἷς[aa]τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς ⸀τὸ[bb]τρύβλιον· 21 ⸀ὅτι[cc]ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ⸀καλὸν[dd]αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 Καὶ ἐσθιόντων αὐτῶν ⸀λαβὼν[ee]ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· ⸀Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.[ff] 23 καὶ ⸀λαβὼν[gg]ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24 καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου ⸀τῆς[hh]διαθήκης τὸ ⸂ἐκχυννόμενον ὑπὲρ πολλῶν[ii]. 25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθε[jj] ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται[kk]. 28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ⸂Εἰ καὶ[ll] πάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ. 30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶ[mm] πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ⸂με ἀπαρνήσῃ[nn]. 31 ὁ δὲ ⸂ἐκπερισσῶς ἐλάλει[oo]· Ἐὰν ⸂δέῃ με[pp] συναποθανεῖν σοι, οὐ μή σε ⸀ἀπαρνήσομαι[qq] ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. 33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶ[rr] Ἰωάννην μετʼ ⸀αὐτοῦ[ss] καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, 34 καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. 35 καὶ ⸂προελθὼν μικρὸν ἔπιπτεν[tt] ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα, 36 καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ⸂τοῦτο ἀπʼ ἐμοῦ[uu]· ἀλλʼ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. 37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸀ἔλθητε[vv]εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40 καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺς[ww] καθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ[xx] ⸀καταβαρυνόμενοι[yy] καὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ[zz]. 41 καὶ ἔρχεται τὸ[]τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
43 Καὶ ⸀εὐθὺς[]ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ⸀Ἰούδας[]⸀εἷς[]τῶν δώδεκα καὶ μετʼ αὐτοῦ ⸀ὄχλος[]μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ⸀ἀπάγετε[]ἀσφαλῶς. 45 καὶ ἐλθὼν ⸀εὐθὺς[]προσελθὼν αὐτῷ λέγει· ⸀Ῥαββί[] καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλαν ⸂τὰς χεῖρας αὐτῷ[] καὶ ἐκράτησαν αὐτόν. 47 εἷς δέ ⸀τις[]τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸀ὠτάριον[] 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49 καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ⸂ἔφυγον πάντες[].
51 Καὶ ⸂νεανίσκος τις[] ⸀συνηκολούθει[]αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν ⸀αὐτόν[] 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ⸀ἔφυγεν[]
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονται[]πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· 56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ ⸂οὐκ ἀπεκρίνατο οὐδέν[]. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸂ἔνοχον εἶναι[] θανάτου. 65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν ⸂αὐτοῦ τὸ πρόσωπον[] καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸀ἔλαβον[]
66 Καὶ ὄντος τοῦ Πέτρου ⸂κάτω ἐν τῇ αὐλῇ[] ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ⸂ἦσθα τοῦ Ἰησοῦ[]· 68 ὁ δὲ ἠρνήσατο λέγων· ⸂Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί[] λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ⸂καὶ ἀλέκτωρ ἐφώνησεν[]. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸂ἤρξατο πάλιν[] λέγειν τοῖς ⸀παρεστῶσιν[]ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ ⸂καὶ ἡ λαλιά σου ὁμοιάζει[]· 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ⸀εὐθὺς[]ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ⸀ὡς[]εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸂φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ[], καὶ ἐπιβαλὼν ἔκλαιεν.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 13ΚΑΤΑ ΜΑΡΚΟΝ 15 ->-
a γάρ WH Treg NA28 ] δέ RP
b ἔσται θόρυβος WH Treg NA28 ] θόρυβος ἔσται RP
c συντρίψασα WH NA28 ] καὶ συντρίψασα Treg RP
d τὴν WH Treg NA28 ] τὸ RP
e αὐτοῦ WH Treg NA28 ] + κατὰ RP
f ἑαυτούς WH NA28 ] + καὶ λέγοντες Treg RP
g τὸ μύρον WH Treg NA28 ] – RP
h δηναρίων τριακοσίων WH Treg NA28 ] τριακοσίων δηναρίων RP
i αὐτοῖς NA28 Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
j ἔσχεν WH NA28 ] + αὕτη Treg RP
k τὸ σῶμά μου WH Treg NA28 ] μου τὸ σῶμα RP
l δὲ WH Treg NA28 ] – RP
m ἐὰν WH NA28 RP ] ἂν Treg
n εὐαγγέλιον WH Treg NA28 ] + τοῦτο RP
o Καὶ WH Treg NA28 ] + ὁ RP
p Ἰσκαριὼθ ὁ WH NA28 ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
q παραδοῖ αὐτοῖς WH Treg NA28 ] παραδῷ αὐτὸν RP
r αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NA28 ] εὐκαίρως αὐτὸν παραδῷ RP
s ἐὰν WH NA28 RP ] ἂν Treg
t μου WH Treg NA28 ] – RP
u καὶ WH Treg NA28 ] – RP
v μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
w ὁ Ἰησοῦς εἶπεν WH NA28 ] εἶπεν ὁ Ἰησοῦς Treg RP
x ἤρξαντο WH NA28 ] οἱ δὲ ἤρξαντο Treg RP
y ἐγώ WH Treg NA28 ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
z δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP
aa Εἷς WH NA28 ] + ἐκ Treg RP
bb τὸ Treg NA28 RP ] + ἓν WH
cc ὅτι WH Treg NA28 ] – RP
dd καλὸν WH NA28 ] + ἦν Treg RP
ee λαβὼν WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP
ff Λάβετε WH Treg NA28 ] + φάγετε RP
gg λαβὼν WH Treg NA28 ] + τὸ RP
hh τῆς WH NA28 ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP
ii ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NA28 ] περὶ πολλῶν ἐκχυνόμενον RP
jj σκανδαλισθήσεσθε WH Treg NA28 ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
kk τὰ πρόβατα διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται τὰ πρόβατα RP
ll Εἰ καὶ WH Treg NA28 ] Καὶ εἰ RP
mm ταύτῃ τῇ νυκτὶ WH Treg NA28 ] ἐν τῇ νυκτὶ ταύτῃ RP
nn με ἀπαρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ με RP
oo ἐκπερισσῶς ἐλάλει WH Treg NA28 ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
pp δέῃ με WH Treg NA28 ] με δέῃ RP
qq ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP
rr Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA28
ss αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
tt προελθὼν μικρὸν ἔπιπτεν WH NA28 ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP
uu τοῦτο ἀπʼ ἐμοῦ WH Treg NA28 ] ἀπʼ ἐμοῦ τοῦτο RP
vv ἔλθητε WH NA28 ] εἰσέλθητε Treg RP
ww πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA28 ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP
xx αὐτῶν οἱ ὀφθαλμοὶ WH NA28 ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP
yy καταβαρυνόμενοι WH Treg NA28 ] βεβαρημένοι RP
zz ἀποκριθῶσιν αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῶσιν RP
τὸ WH NA28 ] – Treg RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
Ἰούδας NA28 RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
εἷς WH Treg NA28 ] + ὢν RP
ὄχλος WH Treg NA28 ] + πολὺς RP
ἀπάγετε WH Treg NA28 ] ἀπαγάγετε RP
εὐθὺς WH Treg NA28 ] εὐθέως RP
Ῥαββί WH Treg NA28 ] αὐτῷ Ῥαββί ῥαββί RP
τὰς χεῖρας αὐτῷ WH Treg NA28 ] ἐπʼ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
τις WH NA28 RP ] – Treg
ὠτάριον WH Treg NA28 ] ὠτίον RP
ἔφυγον πάντες WH Treg NA28 ] πάντες ἔφυγον RP
νεανίσκος τις WH Treg NA28 ] εἷς τις νεανίσκος RP
συνηκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP
αὐτόν WH Treg NA28 ] + οἱ νεανίσκοι RP
ἔφυγεν WH Treg NA28 ] + ἀπʼ αὐτῶν RP
συνέρχονται WH NA28 ] + αὐτῷ Treg RP
οὐκ ἀπεκρίνατο οὐδέν WH Treg NA28 ] οὐδὲν ἀπεκρίνατο RP
ἔνοχον εἶναι WH Treg NA28 ] εἶναι ἔνοχον RP
αὐτοῦ τὸ πρόσωπον WH Treg NA28 ] τὸ πρόσωπον αὐτοῦ RP
ἔλαβον WH Treg NA28 ] ἔβαλλον RP
κάτω ἐν τῇ αὐλῇ WH Treg NA28 ] ἐν τῇ αὐλῇ κάτω RP
ἦσθα τοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ ἦσθα RP
Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NA28 ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP
καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA28 ] – WH NIV
ἤρξατο πάλιν WH NA28 ] πάλιν ἤρξατο Treg RP
παρεστῶσιν WH Treg NA28 ] παρεστηκόσιν RP
καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NA28
εὐθὺς WH Treg NA28 ] – RP
ὡς WH Treg NA28 ] ὃ RP
φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NA28 ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς RP