12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 ⸀καὶ[o]ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι[p] ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; 15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. 16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. 17 ⸂ὁ δὲ[q] Ἰησοῦς εἶπεν ⸀αὐτοῖς[r] ⸂Τὰ Καίσαρος ἀπόδοτε[s] Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον[t]ἐπʼ αὐτῷ.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων[u]αὐτὸν λέγοντες· 19 Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον[v], ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα[w]καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· 21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν[x] σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· 22 καὶ ⸂οἱ ἑπτὰ[y] οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον[z]πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν[aa]. 23 ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν[bb] τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
24 ⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς[cc]· Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; 25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται[dd] ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοι[ee]ἐν τοῖς οὐρανοῖς· 26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς[ff]εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ [gg] θεὸς Ἰακώβ; 27 οὐκ ἔστιν ⸀θεὸς[hh]νεκρῶν ⸀ἀλλὰ[ii]ζώντων· ⸀πολὺ[jj]πλανᾶσθε.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν[kk]ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς[ll], ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων[mm]; 29 ⸂ἀπεκρίθη ὁ Ἰησοῦς[nn] ὅτι Πρώτη ⸀ἐστίν[oo] Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, 30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς[pp]καρδίας σου[qq]καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου. 31 ⸀δευτέρα[rr]αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 32 ⸀καὶ[ss]εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· 33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς[tt]καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως[uu]καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν[vv]ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. 34 καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν[ww]ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν[xx]; 36 ⸀αὐτὸς[yy]Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ[zz] ἁγίῳ· ⸀Εἶπεν[]⸀κύριος[]τῷ κυρίῳ μου· ⸀Κάθου[]ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω[]τῶν ποδῶν σου. 37 ⸀αὐτὸς[]Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός[]; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
38 Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν[]· Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.
41 Καὶ ⸀καθίσας[]⸀κατέναντι[]τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· 42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν[]αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν[]τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
<- ΚΑΤΑ ΜΑΡΚΟΝ 11ΚΑΤΑ ΜΑΡΚΟΝ 13 ->-
a λαλεῖν WH Treg NA28 ] λέγειν RP
b ἄνθρωπος ἐφύτευσεν WH NA28 ] ἐφύτευσεν ἄνθρωπος Treg RP
c τῶν καρπῶν WH Treg NA28 ] τοῦ καρποῦ RP
d καὶ WH Treg NA28 ] Οἱ δὲ RP
e κἀκεῖνον WH Treg NA28 ] + λιθοβολήσαντες RP
f ἐκεφαλίωσαν WH NA28 ] ἐκεφαλαίωσαν Treg RP
g ἠτίμασαν WH NA28 ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
h καὶ WH Treg NA28 ] + πάλιν RP
i οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NA28 ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
j ἕνα … ἀπέστειλεν WH Treg NA28 ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP
k ἔσχατον πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς ἔσχατον RP
l πρὸς ἑαυτοὺς εἶπαν WH Treg NA28 ] εἶπον πρὸς ἑαυτοὺς RP
m ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NA28 ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP
n τί WH ] + οὖν Treg NA28 RP
o καὶ WH Treg NA28 ] Οἱ δὲ RP
p δοῦναι κῆνσον Καίσαρι WH Treg NA28 ] κῆνσον Καίσαρι δοῦναι RP
q ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP
r αὐτοῖς Treg NA28 RP ] – WH
s Τὰ Καίσαρος ἀπόδοτε WH Treg NA28 ] Ἀπόδοτε τὰ Καίσαρος RP
t ἐξεθαύμαζον WH NA28 ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP
u ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP
v μὴ ἀφῇ τέκνον WH NA28 ] τέκνα μὴ ἀφῇ Treg RP
w γυναῖκα WH Treg NA28 ] + αὐτοῦ RP
x μὴ καταλιπὼν WH Treg NA28 ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
y οἱ ἑπτὰ WH Treg NA28 ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP
z ἔσχατον WH Treg NA28 ] Ἐσχάτη RP
aa καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν καὶ ἡ γυνή RP
bb ὅταν ἀναστῶσιν RP NA28 ] –WH Treg NIV
cc ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP
dd γαμίζονται WH Treg NA28 ] γαμίσκονται RP
ee ἄγγελοι WH NA28 ] + οἱ Treg RP
ff πῶς WH Treg NA28 ] ὡς RP
gg ὁ θεὸς … καὶ ὁ NA28 RP ] θεὸς … καὶ WH Treg
hh θεὸς WH Treg NA28 ] ὁ θεὸς NIV RP
ii ἀλλὰ WH Treg NA28 ] + θεὸς RP
jj πολὺ WH NA28 ] ὑμεῖς οὖν πολὺ Treg RP
kk ἰδὼν Treg NA28 ] εἰδὼς WH RP
ll ἀπεκρίθη αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀπεκρίθη RP
mm ἐντολὴ πρώτη πάντων WH Treg NA28 ] πρώτη πάντων ἐντολή RP
nn ἀπεκρίθη ὁ Ἰησοῦς WH NA28 ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
oo ἐστίν WH Treg NA28 ] πάντων τῶν ἐντολῶν RP
pp τῆς Treg NA28 RP ] – WH
qq σου WH NA28 ] + αὕτη πρώτη ἐντολή Treg RP
rr δευτέρα WH NA28 ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
ss καὶ Treg NA28 RP ] – WH
tt τῆς Treg NA28 RP ] – WH
uu συνέσεως WH NA28 ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
vv περισσότερόν WH Treg NA28 ] πλεῖόν RP
ww αὐτὸν WH Treg RP NA28 ] – NIV
xx Δαυίδ ἐστιν WH Treg NA28 ] ἐστιν Δαυίδ RP
yy αὐτὸς WH NA28 ] + γὰρ Treg RP
zz τῷ πνεύματι τῷ WH Treg NA28 ] πνεύματι RP
Εἶπεν WH NA28 ] Λέγει Treg RP
κύριος WH Treg NA28 ] ὁ κύριος RP
Κάθου WH NA28 RP ] Κάθισον Treg
ὑποκάτω WH NA28 ] ὑποπόδιον Treg RP
αὐτὸς WH Treg NA28 ] + οὖν RP
αὐτοῦ ἐστιν υἱός WH Treg NA28 ] υἱὸς αὐτοῦ ἐστιν RP
ἐν … αὐτοῦ ἔλεγεν WH Treg NA28 ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP
καθίσας WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
κατέναντι WH NA28 RP ] ἀπέναντι Treg
εἶπεν WH Treg NA28 ] λέγει RP
ἔβαλεν WH Treg NA28 ] βέβληκεν RP