11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13 λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶ[k]τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν ⸀αὐτὸν[l]καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15 οἱ δὲ λαβόντες ⸀τὰ[m]ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον ⸀ἡμέρας[n]
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17 καὶ ἰδόντες αὐτὸν ⸀προσεκύνησαν[o] οἱ δὲ ἐδίστασαν. 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆς[p]γῆς· 19 πορευθέντες ⸀οὖν[q]μαθητεύσατε πάντα τὰ ἔθνη, ⸀βαπτίζοντες[r]αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ ⸀αἰῶνος[s] ‘p /’ ‘/book’
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 27-
a Μαριὰμ NA28 ] Μαρία WH Treg RP
b καὶ WH Treg NA28 ] – RP
c λίθον WH Treg NA28 ] + ἀπὸ τῆς θύρας RP
d ὡς WH Treg NA28 ] ὡσεὶ RP
e ὡς WH Treg NA28 ] ὡσεὶ RP
f ἔκειτο WH NA28 ] + ὁ κύριος Treg RP
g ἀπελθοῦσαι WH Treg NA28 ] ἐξελθοῦσαι RP
h καὶ WH Treg NA28 ] Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ RP
i ἰδοὺ WH NA28 RP ] + ὁ Treg
j ὑπήντησεν WH Treg NA28 ] ἀπήντησεν RP
k ἐπὶ WH NA28 RP ] ὑπὸ Treg
l αὐτὸν Treg NA28 RP ] – WH
m τὰ Treg NA28 RP ] – WH
n ἡμέρας WH Treg NA28 ] – RP
o προσεκύνησαν WH Treg NA28 ] + αὐτῷ RP
p τῆς WH Treg NA28 ] – NIV RP
q οὖν WH Treg NA28 ] – RP
r βαπτίζοντες WH NA28 RP ] βαπτίσαντες Treg
s αἰῶνος WH Treg NA28 ] + Ἀμήν RP