14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως 16 ⸀πορευθεὶς[n]ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησεν[o]ἄλλα ⸀πέντε[p] 17 ⸀ὡσαύτως[q]ὁ τὰ δύο ⸀ἐκέρδησεν[r]ἄλλα δύο· 18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆν[s]καὶ ⸀ἔκρυψεν[t]τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19 μετὰ δὲ ⸂πολὺν χρόνον[u] ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετʼ αὐτῶν[v] 20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα[w] 21 ⸀ἔφη[x]αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22 προσελθὼν ⸀δὲ[y]καὶ ὁ τὰ δύο ⸀τάλαντα[z]εἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα[aa] 23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27 ἔδει ⸂σε οὖν[bb] βαλεῖν ⸂τὰ ἀργύριά[cc] μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28 ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ[dd] μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ. 30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱ[ee]ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32 καὶ ⸀συναχθήσονται[ff]ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, 36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39 πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦντα[gg]ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ ⸀οἱ[hh]κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησα[ii]καὶ οὐκ ἐποτίσατέ με, 43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 24ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 26 ->-
a ἑαυτῶν WH Treg NA28 ] ἀυτῶν RP
b ὑπάντησιν WH Treg NA28 ] ἀπάντησιν RP
c ἐξ αὐτῶν ἦσαν WH Treg NA28 ] ἦσαν ἐξ αὐτῶν RP
d μωραὶ καὶ πέντε φρόνιμοι WH Treg NA28 ] φρόνιμοι καὶ αἱ πέντε μωραί RP
e αἱ γὰρ WH Treg NA28 ] Αἵτινες RP
f ἀγγείοις WH Treg NA28 ] + αὐτῶν RP
g ἑαυτῶν WH NA28 ] αὐτῶν Treg RP
h νυμφίος WH Treg NA28 ] + ἔρχεται RP
i αὐτοῦ Treg NA28 RP ] – WH
j ἑαυτῶν WH Treg NA28 ] ἀυτῶν RP
k οὐ μὴ WH Treg NA28 ] οὐκ RP
l πορεύεσθε WH Treg NA28 ] + δὲ RP
m ὥραν WH Treg NA28 ] + ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται RP
n πορευθεὶς WH NA28 ] + δὲ Treg RP
o ἐκέρδησεν WH Treg NA28 ] ἐποίησεν RP
p πέντε WH Treg NA28 ] + τάλαντα RP
q ὡσαύτως WH NA28 ] + καὶ Treg RP
r ἐκέρδησεν WH Treg NA28 ] + καὶ αὐτὸς RP
s γῆν WH Treg NA28 ] ἐν τῇ γῇ RP
t ἔκρυψεν WH Treg NA28 ] ἀπέκρυψεν RP
u πολὺν χρόνον WH Treg NA28 ] χρόνον πολὺν RP
v λόγον μετʼ αὐτῶν WH Treg NA28 ] μετʼ αὐτῶν λόγον RP
w ἐκέρδησα WH Treg NA28 ] + ἐπʼ αὐτοῖς RP
x ἔφη WH Treg NA28 ] + δὲ RP
y δὲ Treg NA28 RP ] – WH
z τάλαντα WH Treg NA28 ] + λαβὼν RP
aa ἐκέρδησα WH Treg NA28 ] + ἐπʼ αὐτοῖς RP
bb σε οὖν WH Treg NA28 ] οὖν σε RP
cc τὰ ἀργύριά WH NA28 ] τὸ ἀργύριόν Treg RP
dd τοῦ δὲ WH Treg NA28 ] ἀπὸ δὲ τοῦ RP
ee οἱ WH Treg NA28 ] + ἅγιοι RP
ff συναχθήσονται WH Treg NA28 ] συναχθήσεται RP
gg ἀσθενοῦντα WH Treg NA28 ] ἀσθενῆ RP
hh οἱ Treg NA28 RP ] – WH
ii ἐδίψησα Treg NA28 RP ] καὶ ἐδίψησα WH