13 Οὐαὶ ⸀δὲ[o]ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ⸀εἰσελθεῖν[p] 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. 17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσας[q]τὸν χρυσόν; 18 καί· Ὃς ⸀ἂν[r]ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. 19 ⸀τυφλοί[s] τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντι[t]αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος[u] καὶ τὴν πίστιν· ⸀ταῦτα[v]ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι[w] 24 ὁδηγοὶ τυφλοί, ⸀οἱ[x]διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας[y] 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος[z], ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦ[aa]καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετε[bb]τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· 28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ⸂ἐστε μεστοὶ[cc] ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· Εἰ ⸀ἤμεθα[dd]ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθα[ee]⸂αὐτῶν κοινωνοὶ[ff] ἐν τῷ αἵματι τῶν προφητῶν· 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξ[gg]αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35 ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει[hh]⸂ταῦτα πάντα[ii] ἐπὶ τὴν γενεὰν ταύτην.
37 Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ⸀ἀποκτείνουσα[jj]τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸂ὄρνις ἐπισυνάγει[kk] τὰ νοσσία ⸀αὐτῆς[ll]ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸀ἔρημος[mm] 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 22ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 24 ->-
a ἐὰν WH NA28 RP ] ἂν Treg
b ποιήσατε καὶ τηρεῖτε WH Treg NA28 ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
c δὲ WH Treg NA28 ] γὰρ RP
d βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA28
e αὐτοὶ δὲ τῷ WH Treg NA28 ] τῷ δὲ RP
f γὰρ WH Treg NA28 ] δὲ RP
g κράσπεδα WH Treg NA28 ] + τῶν ἱματίων αὐτῶν NIV RP
h δὲ WH Treg NA28 ] τε RP
i Ῥαββί WH Treg NA28 ] + Ῥαββί RP
j διδάσκαλος WH Treg NA28 ] καθηγητής ὁ χριστός RP
k ὑμῶν ὁ πατὴρ WH Treg NA28 ] ὁ πατὴρ ὑμῶν RP
l οὐράνιος WH Treg NA28 ] ἐν τοῖς οὐρανοῖς RP
m ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NA28 ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
n ὑψωθήσεται WH Treg NA28 ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
o δὲ WH Treg NA28 ] – RP
p εἰσελθεῖν WH Treg NA28 RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
q ἁγιάσας WH Treg NA28 ] ἁγιάζων RP
r ἂν WH Treg NA28 ] ἐὰν RP
s τυφλοί WH Treg NA28 ] Μωροὶ καὶ τυφλοί RP
t κατοικοῦντι WH NA28 ] κατοικήσαντι Treg RP
u τὸ ἔλεος WH Treg NA28 ] τὸν ἔλεον RP
v ταῦτα NIV RP ] + δὲ WH Treg NA28
w ἀφιέναι WH NA28 RP ] ἀφεῖναι Treg
x οἱ Treg NA28 RP ] – WH
y ἀκρασίας WH Treg NA28 ] ἀδικίας RP
z καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA28
aa αὐτοῦ WH Treg NA28 ] αὐτῶν RP
bb παρομοιάζετε WH NA28 RP ] ὁμοιάζετε Treg
cc ἐστε μεστοὶ WH Treg NA28 ] μεστοί ἐστε RP
dd ⸀ἤμεθα WH Treg NA28 ] ἦμεν RP
ee ⸁ἤμεθα WH Treg NA28 ] ἦμεν RP
ff αὐτῶν κοινωνοὶ WH Treg NA28 ] κοινωνοὶ αὐτῶν RP
gg ἐξ WH Treg NA28 ] καὶ ἐξ RP
hh ἥξει WH Treg NA28 ] ὅτι ἥξει RP
ii ταῦτα πάντα WH NA28 ] πάντα ταῦτα Treg RP
jj ἀποκτείνουσα WH Treg NA28 ] ἀποκτένουσα RP
kk ὄρνις ἐπισυνάγει WH Treg NA28 ] ἐπισυνάγει ὄρνις RP
ll αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
mm ἔρημος Treg NA28 RP ] – WH
Languages