15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες[l] Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· 17 εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18 γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21 λέγουσιν ⸀αὐτῷ[m] Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες[n]μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας[o]ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· 27 ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ[p]γυνή. 28 ἐν τῇ ⸂ἀναστάσει οὖν[q] τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται[r] ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦ[s]ἐν ⸀τῷ[t]οὐρανῷ εἰσιν· 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32 Ἐγώ εἰμι ὁ θεὸς[u]Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν[v] 36 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 ὁ ⸀δὲ[w]ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ[x]καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ[y]ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη[z] ἐντολή. 39 Δευτέρα ⸀δὲ[aa]ὁμοία ⸀αὐτῇ[bb] Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται[cc].
41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42 λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. 43 λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον[dd] λέγων· 44 ⸀Εἶπεν[ee]κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω[ff]τῶν ποδῶν σου; 45 εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46 καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ[gg] λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 23 ->-
a ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP
b ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP
c ⸀ὃς WH Treg NA28 ] ὁ RP
d ⸁ὃς WH Treg NA28 ] ὁ RP
e ἐπὶ WH Treg NA28 ] εἰς RP
f ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
g ἐὰν WH Treg NA28 ] ἂν RP
h οὓς WH NA28 ] ὅσους Treg RP
i γάμος Treg NA28 RP ] νυμφὼν WH
j ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP
k ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
l λέγοντες NA28 RP ] λέγοντας WH Treg
m αὐτῷ Treg NA28 RP ] – WH
n λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP
o γήμας WH Treg NA28 ] γαμήσας RP
p ἡ WH NA28 ] καὶ ἡ Treg RP
q ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP
r γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP
s θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28
t τῷ WH Treg NA28 ] – RP
u ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
v αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP
w δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
x ⸀τῇ Treg NA28 ] – WH RP
y ⸁τῇ WH Treg NA28 ] – RP
z ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP
aa δὲ Treg NA28 RP ] – WH
bb αὐτῇ Treg NA28 RP ] αὕτη WH
cc κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP
dd καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP
ee Εἶπεν WH Treg NA28 ] + ὁ RP
ff ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP
gg ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP
Languages