9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ[i] 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ[j]λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ ⸀δὲ[k]ἀποκριθεὶς ⸀εἶπεν[l] Ἠλίας μὲν ⸀ἔρχεται[m]καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14 Καὶ ⸀ἐλθόντων[n]πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15 καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει[o] πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι[p]; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ ⸀λέγει[q]αὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίαν[r]ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν[s] ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν[t]
22 ⸀Συστρεφομένων[u]δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ ⸀ἐλθόντα[v]εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 ⸂εἰπόντος δέ[w]· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰς[x]θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάντα[y]πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 16ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 18 ->-
a ἐγένετο WH Treg NA28 ] ἐγένοντο RP
b ὤφθη WH Treg NA28 ] ὤφθησαν RP
c συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP
d ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP
e Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP
f ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP
g προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
h αὐτὸν WH NA28 ] τὸν Treg RP
i ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP
j μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
k δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
l εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
m ἔρχεται WH Treg NA28 ] + πρῶτον RP
n ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RP
o πάσχει NA28 RP ] ἔχει WH Treg
p μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP
q λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP
r ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP
s Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP
t ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
u Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RP
v ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RP
w εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP
x εἰς WH Treg NA28 ] + τὴν NIV RP
y ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RP
Languages