10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ ⸀μαθηταὶ[j]⸀λέγουσιν[k]αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν[l]· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ⸀ταύτην[m] 16 ὁ ⸀δὲ[n]εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 ⸀οὐ[o]νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν[p]λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς[q]Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν[r]αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει[s]αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθʼ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς[t], καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ[u] καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε ⸂τὸν ὄχλον[v] θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς[w] ⸀καὶ[x]χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί[y] Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ⸀παραγγείλας[z]⸂τῷ ὄχλῳ[aa] ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 ⸀ἔλαβεν[bb]τοὺς ἑπτὰ ἄρτους καὶ[cc]τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου[dd]τοῖς ⸀μαθηταῖς[ee]οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις[ff]. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν[gg] ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν[hh]
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 14ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 16 ->-
a Ἰησοῦ WH Treg NA28 ] + οἱ RP
b Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ Φαρισαῖοι RP
c αὐτῶν Treg NA28 RP ] – WH
d εἶπεν WH Treg NA28 ] ἐνετείλατο λέγων RP
e οὐ WH Treg NA28 ] καὶ οὐ RP
f τιμήσει WH Treg NA28 ] τιμήσῃ RP
g αὐτοῦ WH NA28 ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
h τὸν λόγον WH Treg NA28 ] τὴν ἐντολὴν RP
i Ὁ λαὸς οὗτος WH Treg NA28 ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
j μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
k λέγουσιν WH Treg NA28 ] εἶπον RP
l τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν Treg NA28 ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
m ταύτην NA28 RP ] – WH Treg
n δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
o οὐ WH Treg NA28 ] Οὔπω RP
p ἔκραζεν WH Treg NA28 ] ἐκραύγασεν αὐτῷ RP
q υἱὸς WH Treg NA28 ] υἱὲ RP
r ἠρώτουν WH Treg NA28 ] ἠρώτων RP
s προσεκύνει WH Treg NA28 ] προσεκύνησεν RP
t κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NA28
u αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP
v τὸν ὄχλον WH NA28 ] τοὺς ὄχλους Treg RP
w κυλλοὺς ὑγιεῖς Treg NA28 RP ] – WH
x καὶ WH Treg NA28 ] – RP
y μαθηταί WH NA28 ] + αὐτοῦ Treg RP
z παραγγείλας WH Treg NA28 ] ἐκέλευσεν RP
aa τῷ ὄχλῳ WH Treg NA28 ] τοῖς ὄχλοις RP
bb ἔλαβεν WH Treg NA28 ] καὶ λαβὼν RP
cc καὶ WH Treg NA28 ] – RP
dd ἐδίδου WH Treg NA28 ] ἔδωκεν RP
ee μαθηταῖς WH NA28 ] + αὐτοῦ Treg RP
ff τοῖς ὄχλοις WH Treg NA28 ] τῷ ὄχλῷ RP
gg τὸ … κλασμάτων ἦραν WH Treg NA28 ] ἦραν τὸ … κλασμάτων RP
hh Μαγαδάν WH Treg NA28 ] Μαγδαλά RP
Languages