13 ⸂Ἀκούσας δὲ[j] ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 καὶ ⸀ἐξελθὼν[k]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶ[l]λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς[m]. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου[n], λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22 Καὶ εὐθέως ⸀ἠνάγκασεν[o]τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς[p]πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν[q], βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν[r]πρὸς ⸀αὐτοὺς[s]περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν[t]. 26 ⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν[u] ἐπὶ ⸂τῆς θαλάσσης[v] περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 ⸀εὐθὺς[w]δὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς[x] λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28 Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν[y]· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ[z] ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίου[aa]Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν[bb] πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸν[cc]ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ ⸀ἀναβάντων[dd]αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ ⸀πλοίῳ[ee]προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34 Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς[ff] Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
<- ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 13ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 15 ->-
a αὐτὸν Treg NA28 RP ] – WH
b ἐν φυλακῇ ἀπέθετο WH NA28 ] ἐν τῇ φυλακῇ ἀπέθετο Treg; ἔθετο ἐν φυλακῇ RP
c αὐτῷ ὁ Ἰωάννης RP ] ὁ Ἰωάννης αὐτῷ WH NA28; ὁ Ἰωάννης Treg
d γενεσίοις δὲ γενομένοις WH Treg NA28 ] Γενεσίων δὲ ἀγομένων RP
e ἐὰν WH NA28 RP ] ἂν Treg
f λυπηθεὶς ὁ βασιλεὺς διὰ WH Treg NA28 ] ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ RP
g τὸν NA28 RP ] – WH Treg
h πτῶμα WH Treg NA28 ] σῶμα RP
i αὐτόν WH Treg NA28 ] αὐτό NIV RP
j Ἀκούσας δὲ WH Treg NA28 ] Καὶ ἀκούσας RP
k ἐξελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
l μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
m ὧδε αὐτούς WH Treg NA28 ] αὐτοὺς ὧδε RP
n τοῦ χόρτου WH Treg NA28 ] τοὺς χόρτους RP
o ἠνάγκασεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
p εἰς WH Treg ] + τὸ NA28 RP
q σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NA28 ] μέσον τῆς θαλάσσης ἦν RP
r ἦλθεν WH Treg NA28 ] ἀπῆλθεν NIV RP
s αὐτοὺς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
t τὴν θάλασσαν WH Treg NA28 ] τῆς θαλάσσης RP
u οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NA28 ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
v τῆς θαλάσσης WH Treg NA28 ] τὴν θάλασσαν RP
w εὐθὺς WH Treg NA28 ] Εὐθέως RP
x αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NA28
y αὐτῷ ὁ Πέτρος εἶπεν Treg NA28 RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
z ἐλθεῖν πρὸς σὲ WH Treg NA28 ] πρός σε ἐλθεῖν RP
aa πλοίου WH Treg ] + ὁ NA28 RP
bb καὶ ἦλθεν WH NA28 ] ἐλθεῖν Treg RP
cc ἰσχυρὸν Treg RP NA28 ] – WH NIV
dd ἀναβάντων WH Treg NA28 ] ἐμβάντων RP
ee πλοίῳ WH NA28 ] + ἐλθόντες Treg RP
ff ἐπὶ τὴν γῆν εἰς WH Treg NA28 ] εἰς τὴν γῆν RP