13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι[p] εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, 14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. 15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸς[q]Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, 16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17 εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησαν[r]σκυθρωποί. 18 ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματι[s] Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; 19 καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ[t] ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, 20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. 21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶ[u]σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγει[v]ἀφʼ οὗ ταῦτα ἐγένετο. 22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶ[w]ἐπὶ τὸ μνημεῖον 23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. 24 καὶ[x]ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. 25 καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· 26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; 27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεν[y]αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ[z]
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο[aa]⸀πορρώτερον[bb]πορεύεσθαι. 29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδη[cc]ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· 31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν. 32 καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖν[dd] ὡς[ee]ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 33 καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένους[ff]τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34 λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριος[gg] καὶ ὤφθη Σίμωνι. 35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς[hh]ἔστη ἐν μέσῳ ⸀αὐτῶν[ii] 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ[jj] ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός[kk]· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 ⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃[ll][mm] 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος[nn] 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 Εἶπεν δὲ ⸂πρὸς αὐτούς[oo]· Οὗτοι οἱ λόγοι ⸀μου[pp]οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ[qq]προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται[rr]παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ[ss]κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοι[tt]ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς ⸀ἐστε[uu]μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω[vv]τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει[ww]ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν[xx].
50 Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως[yy]⸀πρὸς[zz]Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν[]⸃. 52 καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν[]⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντες[]τὸν ⸀θεόν[] ‘p /’ ‘/book’
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 23-
a ἐπὶ τὸ μνῆμα ἦλθον WH NA28 ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
b ἀρώματα WH Treg NA28 ] + καί τινες σὺν αὐταῖς RP
c εἰσελθοῦσαι δὲ WH Treg NA28 ] Καὶ εἰσελθοῦσαι RP
d σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP
e ἀπορεῖσθαι WH Treg NA28 ] διαπορεῖσθαι RP
f ἐσθῆτι ἀστραπτούσῃ WH Treg NA28 ] ἐσθήσεσιν ἀστραπτούσαις RP
g τὰ πρόσωπα WH Treg NA28 ] τὸ πρόσωπον RP
h οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NA28 RP ] ⟦WH⟧
i τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NA28 ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
j ἡ WH Treg NA28 ] –RP
k ἔλεγον WH Treg NA28 ] αἳ ἔλεγον RP
l ταῦτα WH Treg NA28 ] αὐτῶν RP
m Ὁ δὲ … τὸ γεγονός Treg NA28 RP ] ⟦WH⟧
n ὀθόνια ⟦WH⟧ Treg NA28 ] + κείμενα RP
o αὑτὸν ⟦WH⟧ ] αὐτὸν Treg; ἑαυτὸν NA28 RP
p ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA28 ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
q αὐτὸς WH Treg NA28 ] + ὁ RP
r ἐστάθησαν WH Treg NA28 ] ἐστε RP
s εἷς ὀνόματι WH Treg NA28 ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
t Ναζαρηνοῦ WH Treg NA28 ] Ναζωραίου RP
u καὶ WH Treg NA28 ] – RP
v ἄγει WH NA28 ] + σήμερον Treg RP
w ὀρθριναὶ WH Treg NA28 ] ὄρθριαι RP
x καὶ NA28 RP ] – WH Treg
y διερμήνευσεν WH Treg NA28 ] διηρμήνευεν RP
z ἑαυτοῦ WH NA28 RP ] αὐτοῦ Treg
aa προσεποιήσατο WH Treg NA28 ] προσεποιεῖτο RP
bb πορρώτερον WH Treg NA28 ] πορρωτέρω RP
cc ἤδη WH Treg NA28 ] – RP
dd ἐν ἡμῖν Treg NA28 RP ] – WH
ee ὡς WH Treg NA28 ] καὶ ὡς RP
ff ἠθροισμένους WH Treg NA28 ] συνηθροισμένους RP
gg ὄντως ἠγέρθη ὁ κύριος WH Treg NA28 ] Ἠγέρθη ὁ κύριος ὄντως RP
hh αὐτὸς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
ii αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NA28 RP
jj τῇ καρδίᾳ WH Treg NA28 ] ταῖς καρδίαις RP
kk ἐγώ εἰμι αὐτός WH Treg NA28 ] αὐτὸς ἐγώ εἰμι RP
ll καὶ τοῦτο … τοὺς πόδας Treg NA28 RP ] ⟦WH⟧
mm ἔδειξεν ⟦WH⟧ Treg NA28 ] ἐπέδειξεν RP
nn μέρος WH NA28 ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
oo πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP
pp μου WH Treg NA28 ] – RP
qq καὶ RP ] + τοῖς WH Treg NA28
rr γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP
ss καὶ Treg NIV RP ] εἰς WH NA28
tt ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP
uu ἐστε Treg ] – WH NA28; δέ ἐστε RP
vv ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP
ww πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP
xx ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP
yy ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28
zz πρὸς WH Treg NA28 ] εἰς RP
καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] ⟦WH⟧
προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] ⟦WH⟧
εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
θεόν WH Treg NA28 ] + Ἀμήν RP