11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν[h] καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· 12 εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε[i]⸂ἐν ᾧ [j] ἔρχομαι. 14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. 15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκει[k]τὸ ἀργύριον, ἵνα ⸀γνοῖ[l]τί ⸀διεπραγματεύσαντο[m] 16 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο[n] μνᾶς. 17 καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε[o] ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 18 καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς.[p] 19 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου[q] πέντε πόλεων. 20 καὶ ⸀ὁ[r]ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 21 ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. 22 ⸀λέγει[s]αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; 23 καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον[t] ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα[u]. 24 καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— 25 καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— 26 ⸀λέγω[v]ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται.[w] 27 πλὴν τοὺς ἐχθρούς μου ⸀τούτους[x]τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς[y]ἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου.
28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν[z] 30 ⸀λέγων[aa] Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ[bb]λύσαντες αὐτὸν ἀγάγετε. 31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτε[cc]ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; 34 οἱ δὲ εἶπαν ⸀ὅτι[dd]Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. 35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶν[ee]τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· 36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶν[ff]ἐν τῇ ὁδῷ. 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶν[gg]ὧν εἶδον δυνάμεων, 38 λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺς[hh]ἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη[ii] καὶ δόξα ἐν ὑψίστοις. 39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 40 καὶ ἀποκριθεὶς ⸀εἶπεν[jj] Λέγω ὑμῖν, ⸀ὅτι[kk]ἐὰν οὗτοι ⸀σιωπήσουσιν[ll] οἱ λίθοι ⸀κράξουσιν[mm]
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν[nn] 42 λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ[oo] τὰ πρὸς ⸀εἰρήνην[pp] νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσιν[qq]οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, 44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί[rr], ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας[ss] 46 λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται[tt] ὁ οἶκός μου οἶκος ⸀προσευχῆς[uu] ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ ⸀εὕρισκον[vv]τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 18ΚΑΤΑ ΛΟΥΚΑΝ 20 ->-
a καλούμενος WH Treg RP NA28 ] – NIV
b αὐτὸς WH Treg NA28 ] οὗτος ἦν RP
c εἰς τὸ WH Treg NA28 ] – RP
d Ἰησοῦς WH Treg NA28 ] + εἶδεν αὐτόν καὶ RP
e ἡμίσιά WH Treg NA28 ] ἡμίση RP
f μου τῶν ὑπαρχόντων WH Treg NA28 ] τῶν ὑπαρχόντων μου RP
g τοῖς πτωχοῖς δίδωμι WH Treg NA28 ] δίδωμι τοῖς πτωχοῖς RP
h εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NA28 ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
i Πραγματεύσασθε Treg NA28 RP ] πραγματεύσασθαι WH
j ἐν ᾧ WH Treg NA28 ] ἕως RP
k δεδώκει WH Treg NA28 ] ἔδωκεν RP
l γνοῖ WH Treg NA28 ] γνῷ τίς RP
m διεπραγματεύσαντο WH Treg NA28 ] διεπραγματεύσατο RP
n δέκα προσηργάσατο WH Treg NA28 ] προσηργάσατο δέκα RP
o Εὖγε WH Treg NA28 ] Εὖ RP
p Ἡ μνᾶ σου κύριε WH Treg NA28 ] Κύριε ἡ μνᾶ σου RP
q ἐπάνω γίνου WH NA28 ] γίνου ἐπάνω Treg RP
r ὁ WH Treg NA28 ] – RP
s λέγει WH Treg NA28 ] + δὲ RP
t μου τὸ ἀργύριον WH Treg NA28 ] τὸ ἀργύριόν μου RP
u αὐτὸ ἔπραξα WH Treg NA28 ] ἔπραξα αὐτό RP
v λέγω WH NA28 ] + γὰρ Treg RP
w ἀρθήσεται WH NA28 ] + ἀπʼ αὐτοῦ Treg RP
x τούτους WH Treg NA28 ] ἐκείνους RP
y αὐτοὺς WH Treg NA28 ] – RP
z μαθητῶν WH NA28 ] + αὐτοῦ Treg RP
aa λέγων WH Treg NA28 ] εἰπών RP
bb καὶ WH Treg NA28 ] – RP
cc ἐρεῖτε WH Treg NA28 ] + αὐτῷ RP
dd ὅτι WH Treg NA28 ] – RP
ee αὐτῶν WH Treg NA28 ] – RP
ff ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
gg πασῶν WH NA28 RP ] πάντων Treg
hh βασιλεὺς Treg RP ] ὁ βασιλεὺς WH NA28
ii ἐν οὐρανῷ εἰρήνη WH Treg NA28 ] εἰρήνη ἐν οὐρανῷ RP
jj εἶπεν WH NA28 ] + αὐτοῖς Treg RP
kk ὅτι Treg RP ] – WH NA28
ll σιωπήσουσιν WH Treg NA28 ] σιωπήσωσιν RP
mm κράξουσιν WH Treg NA28 ] κεκράξονται RP
nn αὐτήν WH Treg NA28 ] αὐτῇ RP
oo ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NA28 ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
pp εἰρήνην WH NA28 ] + σου Treg RP
qq παρεμβαλοῦσιν WH Treg NA28 ] περιβαλοῦσιν RP
rr λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NA28 ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP
ss πωλοῦντας WH Treg NA28 ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
tt Καὶ ἔσται WH Treg NA28 ] – RP
uu προσευχῆς WH Treg NA28 ] + ἐστίν RP
vv εὕρισκον NA28 RP ] ηὕρισκον WH Treg