5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. 6 εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ[j] Εὐθέως παρελθὼν ἀνάπεσε, 8 ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; 9 μὴ ⸂ἔχει χάριν[k] τῷ ⸀δούλῳ[l]ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα[m] 10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν[n] ποιῆσαι πεποιήκαμεν.
11 Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι[o]εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον[p]Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν[q]δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν[r]πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ[s]οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ[t] ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε[u]· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ[v]ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν[w] οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ[x]. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο[y] ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας[z] 28 ὁμοίως ⸀καθὼς[aa]ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· 29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας[bb] 30 κατὰ ⸂τὰ αὐτὰ[cc] ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. 31 ἐν[dd]ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. 32 μνημονεύετε τῆς γυναικὸς Λώτ. 33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι[ee]ἀπολέσει αὐτήν, ⸂ὃς δʼ ἂν[ff] ⸀ἀπολέσῃ[gg]ζῳογονήσει αὐτήν. 34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ[hh]εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· 35 ⸂ἔσονται δύο[ii] ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ[jj]μία παραλημφθήσεται ⸂ἡ δὲ[kk] ἑτέρα ⸀ἀφεθήσεται[ll] 37 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται[mm].
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 16ΚΑΤΑ ΛΟΥΚΑΝ 18 ->-
a αὐτοῦ WH Treg NA28 ] – RP
b τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NA28 ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
c πλὴν οὐαὶ WH Treg NA28 ] οὐαὶ δὲ RP
d λίθος μυλικὸς WH Treg NA28 ] μύλος ὀνικὸς RP
e τῶν μικρῶν τούτων ἕνα WH Treg NA28 ] ἕνα τῶν μικρῶν τούτων RP
f ἁμάρτῃ WH Treg NA28 ] δὲ ἁμάρτῃ εἰς σὲ RP
g ἁμαρτήσῃ WH Treg NA28 ] ἁμάρτῃ RP
h ἑπτάκις WH Treg NA28 ] + τῆς ἡμέρας RP
i πρὸς σὲ WH Treg NA28 ] – RP
j αὐτῷ WH Treg NA28 ] – RP
k ἔχει χάριν WH Treg NA28 ] χάριν ἔχει RP
l δούλῳ WH Treg NA28 ] + ἐκείνῳ RP
m διαταχθέντα WH Treg NA28 ] + οὐ δοκῶ RP
n ὃ ὠφείλομεν WH Treg NA28 ] ὅτι ὃ ὀφείλομεν RP
o πορεύεσθαι WH NA28 ] + αὐτὸν Treg RP
p μέσον WH Treg NA28 ] μέσου RP
q ἀπήντησαν WH ] + αὐτῷ Treg NA28 RP
r ἔστησαν Treg NA28 RP ] ἀνέστησαν WH
s Οὐχὶ Treg NA28 RP ] Οὐχ WH
t Ἐκεῖ WH NA28 ] Ἰδοὺ ἐκεῖ Treg RP
u ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NA28; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
v ἀστραπὴ WH NA28 ] + ἡ Treg RP
w ὑπὸ τὸν WH Treg NA28 ] ὑπʼ RP
x ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NA28 RP ] – WH
y ἐγαμίζοντο WH Treg NA28 ] ἐξεγαμίζοντο RP
z πάντας WH Treg NA28 ] ἅπαντας RP
aa καθὼς WH Treg NA28 ] καὶ ὡς RP
bb πάντας WH Treg NA28 ] ἅπαντας RP
cc τὰ αὐτὰ WH Treg NA28 ] ταῦτα RP
dd ἐν WH Treg NA28 ] + τῷ RP
ee περιποιήσασθαι WH Treg NA28 ] σῶσαι RP
ff ὃς δʼ ἂν WH Treg NA28 ] καὶ ὃς ἐὰν RP
gg ἀπολέσῃ Treg NA28 ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
hh ὁ WH NA28 ] – Treg RP
ii ἔσονται δύο WH Treg NA28 ] Δύο ἔσονται RP
jj ἡ WH Treg NA28 ] – RP
kk ἡ δὲ WH Treg NA28 ] καὶ ἡ RP
ll ἀφεθήσεται WH Treg NA28 RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
mm καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NA28 ] συναχθήσονται οἱ ἀετοὶ RP