8 Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἐπιμελῶς ἕως ⸀οὗ[g]εὕρῃ; 9 καὶ εὑροῦσα ⸀συγκαλεῖ[h]τὰς φίλας ⸀καὶ[i]γείτονας λέγουσα· Συγχάρητέ μοι ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα. 10 οὕτως, λέγω ὑμῖν, ⸂γίνεται χαρὰ[j] ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
11 Εἶπεν δέ· Ἄνθρωπός τις εἶχεν δύο υἱούς. 12 καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας· ⸂ὁ δὲ[k] διεῖλεν αὐτοῖς τὸν βίον. 13 καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν ⸀πάντα[l]ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. 14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ[m]κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ[n] τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη[o] Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται[p]ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε[q] ἀπόλλυμαι· 18 ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, 19 ⸀οὐκέτι[r]εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. 20 καὶ ἀναστὰς ἦλθεν πρὸς τὸν πατέρα ⸀ἑαυτοῦ[s] ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. 21 εἶπεν δὲ ⸂ὁ υἱὸς αὐτῷ[t]· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, ⸀οὐκέτι[u]εἰμὶ ἄξιος κληθῆναι υἱός ⸀σου[v] 22 εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ⸀Ταχὺ[w]⸀ἐξενέγκατε[x]στολὴν τὴν πρώτην καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ καὶ ὑποδήματα εἰς τοὺς πόδας, 23 καὶ ⸀φέρετε[y]τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν, 24 ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ⸂ἦν ἀπολωλὼς[z] καὶ εὑρέθη. καὶ ἤρξαντο εὐφραίνεσθαι.
25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν, 26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ⸀ἂν[aa]εἴη ταῦτα· 27 ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν. 28 ὠργίσθη δὲ[bb]καὶ οὐκ ἤθελεν εἰσελθεῖν. ὁ ⸀δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ⸀αὐτοῦ[cc] Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ· 30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον ⸀μετὰ[dd]πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν ⸂σιτευτὸν μόσχον[ee]. 31 ὁ δὲ εἶπεν αὐτῷ· Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· 32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ⸀ἔζησεν[ff] καὶ ⸀ἀπολωλὼς[gg]καὶ εὑρέθη.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 14ΚΑΤΑ ΛΟΥΚΑΝ 16 ->-
a αὐτῷ ἐγγίζοντες WH Treg NA28 ] ἐγγίζοντες αὐτῷ RP
b τε WH Treg NA28 ] – RP
c ἀπολέσας WH NA28 RP ] ἀπολέσῃ Treg
d ἐξ αὐτῶν ἓν WH Treg NA28 ] ἓν ἐξ αὐτῶν RP
e αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
f ἐν τῷ οὐρανῷ ἔσται WH NA28 ] ἔσται ἐν τῷ οὐρανῷ Treg RP
g οὗ WH Treg NA28 ] ὅτου RP
h συγκαλεῖ WH NA28 ] συγκαλεῖται Treg RP
i καὶ WH Treg NA28 ] + τὰς RP
j γίνεται χαρὰ WH Treg NA28 ] χαρὰ γίνεται RP
k ὁ δὲ WH Treg NA28 ] Καὶ RP
l πάντα WH Treg NA28 ] ἅπαντα RP
m ἰσχυρὰ WH Treg NA28 ] ἰσχυρὸς RP
n γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA28
o ἔφη WH NA28 ] εἶπεν Treg RP
p περισσεύονται WH Treg NA28 ] περισσεύουσιν RP
q λιμῷ ὧδε WH NA28 ] ὧδε λιμῷ Treg; λιμῷ RP
r οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP
s ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
t ὁ υἱὸς αὐτῷ WH NA28 ] αὐτῷ ὁ υἱός Treg RP
u οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP
v σου Treg NA28 RP ] + ποίησόν με ὡς ἕνα τῶν μισθίων σου WH
w Ταχὺ WH Treg NA28 ] – RP
x ἐξενέγκατε WH Treg NA28 ] + τὴν RP
y φέρετε WH Treg NA28 ] ἐνέγκαντες RP
z ἦν ἀπολωλὼς WH Treg NA28 ] καὶ ἀπολωλὼς ἦν RP
aa ἂν WH Treg NA28 ] – RP
bb δὲ WH Treg NA28 ] οὖν RP
cc αὐτοῦ WH Treg NA28 ] – RP
dd μετὰ WH NA28 RP ] +τῶν Treg
ee σιτευτὸν μόσχον WH Treg NA28 ] μόσχον τὸν σιτευτόν RP
ff ἔζησεν WH Treg NA28 ] ἀνέζησεν NIV RP
gg ἀπολωλὼς WH Treg NA28 ] + ἦν RP