7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 Ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπʼ αὐτοῦ 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· Δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλʼ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ⸀ἐρεῖ[g]σοι· Φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον ⸀πάντων[h]τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. 12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ⸂ἀντικαλέσωσίν σε[i] καὶ γένηται ⸂ἀνταπόδομά σοι[j]. 13 ἀλλʼ ὅταν ⸂δοχὴν ποιῇς[k], κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος ⸀ὅστις[l]φάγεται ⸀ἄρτον[m]ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ⸀ἐποίει[n]δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ⸀ἐστιν[o] 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς ⸂πάντες παραιτεῖσθαι[p]. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ⸀ἐξελθὼν[q]ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ ⸀δοῦλος[r]ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ ⸂τυφλοὺς καὶ χωλοὺς[s] εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ⸀ὃ[t]ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ⸂μου ὁ οἶκος[u]· 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ ⸀δείπνου[v]
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς· 26 Εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ⸀ἑαυτοῦ[w]καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι ⸀τε[x]καὶ τὴν ⸂ψυχὴν ἑαυτοῦ[y], οὐ δύναται ⸂εἶναί μου μαθητής[z]. 27 ⸀ὅστις[aa]οὐ βαστάζει τὸν σταυρὸν ⸀ἑαυτοῦ[bb]καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. 28 τίς γὰρ ἐξ ⸀ὑμῶν[cc]θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ⸀ἔχει[dd]εἰς ἀπαρτισμόν; 29 ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται ⸂αὐτῷ ἐμπαίζειν[ee] 30 λέγοντες ὅτι Οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. 31 ἢ τίς βασιλεὺς πορευόμενος ⸂ἑτέρῳ βασιλεῖ συμβαλεῖν[ff] εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον ⸀βουλεύσεται[gg]εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ⸀ὑπαντῆσαι[hh]τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπʼ αὐτόν; 32 εἰ δὲ μήγε, ἔτι ⸂αὐτοῦ πόρρω[ii] ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ ⸀τὰ[jj]πρὸς εἰρήνην. 33 οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται ⸂εἶναί μου[kk] μαθητής.
34 Καλὸν ⸀οὖν[ll]τὸ ἅλας· ἐὰν δὲ ⸀καὶ[mm]τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; 35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 13ΚΑΤΑ ΛΟΥΚΑΝ 15 ->-
a Ἔξεστιν WH Treg NA28 ] Εἰ ἔξεστιν RP
b θεραπεῦσαι ἢ οὔ WH Treg NA28 ] θεραπεύειν RP
c καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
d πεσεῖται WH Treg NA28 ] ἐμπεσεῖται RP
e ἐν WH NA28 ] ἐν τῇ RP; τῇ Treg
f ἀνταποκριθῆναι WH Treg NA28 ] + αὐτῷ RP
g ἐρεῖ WH Treg NA28 ] εἴπῃ RP
h πάντων WH Treg NA28 ] – RP
i ἀντικαλέσωσίν σε WH Treg NA28 ] σε ἀντικαλέσωσιν RP
j ἀνταπόδομά σοι WH Treg NA28 ] σοι ἀνταπόδομα RP
k δοχὴν ποιῇς WH NA28 ] ποιῇς δοχήν Treg RP
l ὅστις WH Treg NA28 ] ὃς RP
m ἄρτον WH Treg NA28 ] ἄριστον NIV RP
n ἐποίει WH Treg NA28 ] ἐποίησεν RP
o ἐστιν WH NA28 ] + πάντα Treg RP
p πάντες παραιτεῖσθαι WH Treg NA28 ] παραιτεῖσθαι πάντες RP
q ἐξελθὼν WH Treg NA28 ] ἐξελθεῖν καὶ RP
r δοῦλος WH Treg NA28 ] + ἐκεῖνος RP
s τυφλοὺς καὶ χωλοὺς WH Treg NA28 ] χωλοὺς καὶ τυφλοὺς RP
t ὃ WH Treg NA28 ] ὡς RP
u μου ὁ οἶκος WH Treg NA28 ] ὁ οἶκος μου RP
v δείπνου WH Treg NA28 ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP
w ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg RP
x τε WH Treg NA28 ] δέ RP
y ψυχὴν ἑαυτοῦ WH NA28 ] ἑαυτοῦ ψυχήν Treg RP
z εἶναί μου μαθητής WH Treg NA28 ] μου μαθητὴς εἶναι RP
aa ὅστις WH NA28 ] καὶ ὅστις Treg NIV RP
bb ἑαυτοῦ WH NA28 ] αὐτοῦ Treg; αὑτοῦ RP
cc ὑμῶν WH Treg NA28 ] + ὁ RP
dd ἔχει WH Treg NA28 ] + τὰ RP
ee αὐτῷ ἐμπαίζειν WH Treg NA28 ] ἐμπαίζειν αὐτῷ RP
ff ἑτέρῳ βασιλεῖ συμβαλεῖν WH Treg NA28 ] συμβαλεῖν ἑτέρῳ βασιλεῖ RP
gg βουλεύσεται WH NA28 ] βουλεύεται Treg RP
hh ὑπαντῆσαι WH Treg NA28 ] ἀπαντῆσαι RP
ii αὐτοῦ πόρρω WH Treg NA28 ] πόρρω αὐτοῦ RP
jj τὰ Treg NA28 RP ] – WH
kk εἶναί μου WH Treg NA28 ] μου εἶναι RP
ll οὖν WH Treg NA28 ] – RP
mm καὶ WH Treg NA28 ] – RP