13 Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ⸀ἐγενήθησαν[n]αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ ⸀καθήμενοι[o]μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καφαρναούμ, ⸂μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ[p]; ἕως ⸀τοῦ[q]ᾅδου ⸀καταβιβασθήσῃ[r]
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα ⸀δύο[s]μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 εἶπεν δὲ αὐτοῖς· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ ⸀δέδωκα[t]ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ⸀ἀδικήσῃ[u] 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ⸀ἐγγέγραπται[v]ἐν τοῖς οὐρανοῖς.
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ⸀τῷ[w]πνεύματι ⸂τῷ ἁγίῳ[x] καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ⸂εὐδοκία ἐγένετο[y] ἔμπροσθέν σου. 22 ⸀πάντα[z]μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ⸀ἐὰν[aa]βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων ⸀αὐτὸν[bb]λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς[cc]καρδίας σου καὶ ⸂ἐν ὅλῃ τῇ ψυχῇ[dd] σου καὶ ⸂ἐν ὅλῃ τῇ ἰσχύϊ[ee] σου καὶ ⸂ἐν ὅλῃ τῇ διανοίᾳ[ff] σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
29 Ὁ δὲ θέλων ⸀δικαιῶσαι[gg]ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν ⸀δὲ[hh]ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ⸀ἡμιθανῆ[ii] 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ ⸀Λευίτης[jj]κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ⸀ἰδὼν[kk]ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν ⸀αὔριον[ll]ἐκβαλὼν ⸂δύο δηνάρια ἔδωκεν[mm] τῷ πανδοχεῖ καὶ ⸀εἶπεν[nn] Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 ⸀τίς[oo]τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ[pp]εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν ⸀δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
38 ⸂Ἐν δὲ[qq] τῷ πορεύεσθαι ⸀αὐτοὺς[rr]αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο ⸀αὐτὸν[ss] 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη ⸀Μαριάμ[tt] ἣ καὶ ⸂παρακαθεσθεῖσα πρὸς[uu] τοὺς πόδας τοῦ ⸀Ἰησοῦ[vv]ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με ⸀κατέλειπεν[ww]διακονεῖν; ⸀εἰπὲ[xx]οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ⸀κύριος[yy] Μάρθα Μάρθα, μεριμνᾷς καὶ ⸀θορυβάζῃ[zz]περὶ πολλά, 42 ⸂ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός[]· ⸂Μαριὰμ γὰρ[] τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται ⸀αὐτῆς[]
<- ΚΑΤΑ ΛΟΥΚΑΝ 9ΚΑΤΑ ΛΟΥΚΑΝ 11 ->-
a καὶ Treg RP ] – WH NA28
b ⸀δύο WH NA28 ] – Treg RP
c ⸁δύο WH NA28 ] – Treg RP
d δὲ WH Treg NA28 ] οὖν RP
e ἐργάτας ἐκβάλῃ WH Treg NA28 ] ἐκβάλῃ ἐργάτας RP
f ἰδοὺ WH Treg NA28 ] + ἐγὼ RP
g μὴ WH Treg NA28 ] μηδὲ RP
h εἰσέλθητε οἰκίαν WH Treg NA28 ] οἰκίαν εἰσέρχησθε RP
i ᾖ ἐκεῖ Treg RP ] ἐκεῖ ᾖ WH NA28
j αὐτοῦ WH Treg NA28 ] + ἐστίν RP
k εἰσέλθητε WH Treg NA28 ] εἰσέρχησθε RP
l εἰς τοὺς πόδας WH Treg NA28 ] – RP
m ἤγγικεν WH Treg NA28 ] + ἐφʼ ὑμᾶς RP
n ἐγενήθησαν WH Treg NA28 ] ἐγένοντο RP
o καθήμενοι WH Treg NA28 ] καθήμεναι RP
p μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ WH Treg NA28 ] ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP
q τοῦ WH Treg NA28 ] – RP
r καταβιβασθήσῃ Treg RP ] καταβήσῃ WH NA28
s δύο WH NA28 ] – Treg RP
t δέδωκα WH Treg NA28 ] δίδωμι RP
u ἀδικήσῃ NA28 RP ] ἀδικήσει WH Treg
v ἐγγέγραπται WH Treg NA28 ] ἐγράφη RP
w τῷ WH Treg RP ] ἐν τῷ NA28
x τῷ ἁγίῳ WH Treg NA28 ] ὁ Ἰησοῦς RP
y εὐδοκία ἐγένετο WH Treg NA28 ] ἐγένετο εὐδοκία RP
z πάντα WH Treg NA28 ] Καὶ στραφείς πρός τούς μαθητάς εἶπεν πάντα RP
aa ἐὰν NA28 RP ] ἂν WH Treg
bb αὐτὸν WH NA28 ] + καὶ Treg RP
cc τῆς Treg NA28 RP ] – WH
dd ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NA28 ] ἐξ ὅλης τῆς ψυχῆς RP
ee ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NA28 ] ἐξ ὅλης τῆς ἰσχύος RP
ff ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NA28 ] ἐξ ὅλης τῆς διανοίας RP
gg δικαιῶσαι WH Treg NA28 ] δικαιοῦν RP
hh δὲ RP ] – WH Treg NA28
ii ἡμιθανῆ WH Treg NA28 ] + τυγχάνοντα RP
jj Λευίτης WH Treg ] + γενόμενος NA28 RP
kk ἰδὼν WH NA28 ] + αὐτὸν Treg RP
ll αὔριον WH Treg NA28 ] + ἐξελθών RP
mm δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NA28
nn εἶπεν WH Treg NA28 ] + αὐτῷ RP
oo τίς WH NA28 ] + οὖν Treg RP
pp δὲ WH Treg NA28 ] οὖν RP
qq Ἐν δὲ WH Treg NA28 ] Ἐγένετο δὲ ἐν RP
rr αὐτοὺς WH NA28 ] + καὶ Treg RP
ss αὐτὸν NA28 ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
tt Μαριάμ WH NA28 ] Μαρία Treg RP
uu παρακαθεσθεῖσα πρὸς WH Treg NA28 ] παρακαθίσασα παρὰ RP
vv Ἰησοῦ RP ] κυρίου WH Treg NA28
ww κατέλειπεν WH Treg RP ] κατέλιπεν NA28
xx εἰπὲ Treg NA28 RP ] εἰπὸν WH
yy κύριος WH NA28 ] Ἰησοῦς Treg RP
zz θορυβάζῃ WH Treg NA28 ] τυρβάζῃ RP
ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NA28
Μαριὰμ γὰρ WH NA28 ] Μαρία δὲ Treg RP
αὐτῆς WH NA28 ] ἀπʼ αὐτῆς Treg RP