21
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ⸀ὁ[a]Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. 2 ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. 3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ ⸀πλοῖον[b] καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. 4 Πρωΐας δὲ ἤδη ⸀γενομένης[c]⸀ἔστη[d]Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. 5 λέγει οὖν αὐτοῖς ⸀ὁ[e]Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. 6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸀ἴσχυον[f]ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. 7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· 8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. 9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη ⸀οὖν[g]Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ⸂εἰς τὴν γῆν[h] μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς ⸀δὲ[i]ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 ⸀ἔρχεται[j]⸀ὁ[k]Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸀ὁ[l]Ἰησοῦς τοῖς ⸀μαθηταῖς[m]ἐγερθεὶς ἐκ νεκρῶν. 15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου[n] ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου[o] ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου[p] φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν[q]αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ[r] οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁ[s]Ἰησοῦς· Βόσκε τὰ ⸀πρόβατά[t]μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει[u] καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. 20 ⸀Ἐπιστραφεὶς[v]ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον ⸀οὖν[w]ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει[x]. 23 ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος[y] εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ[z] αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; 24 Οὗτός ἐστιν ὁ [aa]μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν[bb]. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃ[cc]ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειν[dd]τὰ γραφόμενα ⸀βιβλία[ee] ‘/book’
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20
-
a ὁ NA28 RP ] – WH Treg
b πλοῖον WH Treg NA28 ] + εὐθύς RP
c γενομένης NA28 RP ] γινομένης WH Treg
d ἔστη WH Treg NA28 ] + ὁ RP
e ὁ Treg NA28 RP ] – WH
f ἴσχυον WH Treg NA28 ] ἴσχυσαν RP
g οὖν WH Treg NA28 ] – RP
h εἰς τὴν γῆν WH Treg NA28 ] ἐπὶ τῆς γῆς RP
i δὲ Treg NA28 RP ] – WH
j ἔρχεται WH Treg NA28 ] + οὖν RP
k ὁ RP ] – WH Treg NA28
l ὁ RP ] – WH Treg NA28
m μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP
n Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
o Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
p Ἰωάννου WH Treg NA28 ] Ἰωνᾶ RP
q εἶπεν WH Treg RP ] λέγει NA28
r πάντα σὺ WH Treg NA28 ] σὺ πάντα RP
s ὁ NA28 RP ] – WH Treg
t πρόβατά WH NA28 RP ] προβάτιά Treg
u σε ζώσει NA28 RP ] ζώσει σε WH Treg
v Ἐπιστραφεὶς WH Treg NA28 ] + δὲ RP
w οὖν WH Treg NA28 ] – RP
x μοι ἀκολούθει WH Treg NA28 ] ἀκολούθει μοι RP
y οὗτος ὁ λόγος WH Treg NA28 ] ὁ λόγος οὗτος RP
z οὐκ εἶπεν δὲ WH Treg NA28 ] καὶ οὐκ εἶπεν RP
aa ὁ WH Treg NA28 ] – RP
bb αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NA28 ] ἐστὶν ἡ μαρτυρία αὐτοῦ RP
cc ἃ WH Treg NA28 ] ὅσα RP
dd χωρήσειν WH Treg ] χωρῆσαι NA28 RP
ee βιβλία WH Treg NA28 ] + Ἀμήν RP