12 Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· 13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. 14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ⸀ἃ[j]ἐγὼ ἐντέλλομαι ὑμῖν. 15 οὐκέτι ⸂λέγω ὑμᾶς[k] δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. 16 οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν. 17 ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
18 Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ⸀ὑμῶν[l]μεμίσηκεν. 19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλʼ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. 20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. 21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ⸂εἰς ὑμᾶς[m] διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με. 22 εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ ⸀εἴχοσαν[n] νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν. 23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. 24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ⸀ἐποίησεν[o] ἁμαρτίαν οὐκ ⸀εἴχοσαν[p] νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου. 25 ἀλλʼ ἵνα πληρωθῇ ὁ λόγος ὁ ⸂ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος[q] ὅτι Ἐμίσησάν με δωρεάν.
26 ⸀Ὅταν[r]ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· 27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπʼ ἀρχῆς μετʼ ἐμοῦ ἐστε.
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 14ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16 ->-
a καρπὸν πλείονα WH Treg NA28 ] πλείονα καρπὸν RP
b μένῃ WH NA28 ] μείνῃ Treg RP
c μένητε WH Treg NA28 ] μείνητε RP
d μένῃ WH Treg NA28 ] μείνῃ RP
e αἰτήσασθε WH Treg NA28 ] αἰτήσεσθε RP
f γένησθε WH Treg NA28 ] γενήσεσθε RP
g ὑμᾶς ἠγάπησα WH Treg NA28 ] ἠγάπησα ὑμᾶς RP
h τὰς ἐντολὰς τοῦ πατρός μου Treg NA28 RP ] τοῦ πατρὸς τὰς ἐντολὰς WH
i ᾖ WH Treg NA28 ] μείνῃ RP
j ἃ Treg NA28 ] ὃ WH; ὅσα RP
k λέγω ὑμᾶς WH Treg NA28 ] ὑμᾶς λέγω RP
l ὑμῶν WH Treg RP NA28 ] – NIV
m εἰς ὑμᾶς WH Treg NA28 ] ὑμῖν RP
n εἴχοσαν WH Treg NA28 ] εἶχον RP
o ἐποίησεν WH Treg NA28 ] πεποίηκεν RP
p εἴχοσαν WH Treg NA28 ] εἴχον RP
q ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος WH Treg NA28 ] γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν RP
r Ὅταν WH NA28 ] + δὲ Treg RP