7 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς[f]ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ⸀ὅτι[g]ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον ⸂πρὸ ἐμοῦ[h] κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν.
11 Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ ⸀μισθωτὸς[i]καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ⸀ἔστιν[j]τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει— καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ ⸀σκορπίζει[k] 13 ⸀ὅτι[l]μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ ⸂γινώσκουσί με τὰ ἐμά[m], 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα ⸂δεῖ με[n] ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ ⸀γενήσονται[o]μία ποίμνη, εἷς ποιμήν. 17 διὰ τοῦτό ⸂με ὁ πατὴρ[p] ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. 18 οὐδεὶς ⸀αἴρει[q]αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.
19 ⸀Σχίσμα[r]πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. 20 ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; 21 ⸀ἄλλοι[s]ἔλεγον· Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ⸀ἀνοῖξαι[t]
22 Ἐγένετο ⸀τότε[u]τὰ ἐγκαίνια ἐν ⸀τοῖς[v]Ἱεροσολύμοις· ⸀χειμὼν[w]ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ ⸀τοῦ[x]Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, ⸂ὅτι οὐκ[y] ἐστὲ ἐκ τῶν προβάτων τῶν ⸀ἐμῶν[z] 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ⸀ἀκούουσιν[aa] κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ ⸂δίδωμι αὐτοῖς ζωὴν αἰώνιον[bb], καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου ⸀ὃ[cc]δέδωκέν ⸀μοι[dd]⸂πάντων μεῖζων[ee] ἐστίν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ ⸀πατρός[ff] 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν ⸀οὖν[gg]πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ⸂ἔργα καλὰ ἔδειξα ὑμῖν[hh] ἐκ τοῦ ⸀πατρός[ii] διὰ ποῖον αὐτῶν ἔργον ⸂ἐμὲ λιθάζετε[jj]; 33 ἀπεκρίθησαν αὐτῷ οἱ ⸀Ἰουδαῖοι[kk] Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ⸀ὅτι[ll]Ἐγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις ⸀πιστεύετε[mm] ἵνα γνῶτε καὶ ⸀γινώσκητε[nn]ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν ⸂τῷ πατρί[oo]. 39 ἐζήτουν οὖν ⸂πάλιν αὐτὸν[pp] πιάσαι· καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν.
40 Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. 41 καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν καὶ ἔλεγον ὅτι Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν. 42 καὶ ⸂πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ[qq].
<- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11 ->-
a φωνεῖ WH Treg NA28 ] καλεῖ RP
b ὅταν WH Treg NA28 ] Καὶ ὅταν RP
c πάντα WH Treg NA28 ] πρόβατα RP
d ἀκολουθήσουσιν WH Treg NA28 ] ἀκολουθήσωσιν RP
e ἦν WH NA28 RP ] ᾖ Treg
f αὐτοῖς Treg RP ] – WH NA28
g ὅτι NA28 RP ] – WH Treg
h πρὸ ἐμοῦ WH Treg NA28 ] – RP
i μισθωτὸς WH NA28 ] + δέ Treg RP
j ἔστιν WH Treg NA28 ] εἰσιν RP
k σκορπίζει WH Treg NA28 ] + τὰ πρόβατα RP
l ὅτι WH Treg NA28 ] Ὁδὲ μισθωτὸς φεύγει ὅτι RP
m γινώσκουσί με τὰ ἐμά WH Treg NA28 ] γινώσκομαι ὑπὸ τῶν ἐμῶν RP
n δεῖ με WH Treg NA28 ] με δεῖ RP
o γενήσονται WH Treg NA28 ] γενήσεται RP
p με ὁ πατὴρ WH Treg NA28 ] ὁ πατήρ με RP
q αἴρει Treg NA28 RP ] ἦρεν WH
r Σχίσμα WH Treg NA28 ] + οὖν RP
s ἄλλοι WH Treg RP NA28 ] + δὲ NIV
t ἀνοῖξαι WH Treg NA28 ] ἀνοίγειν RP
u τότε WH NA28 ] δὲ Treg RP
v τοῖς WH Treg NA28 ] – RP
w χειμὼν WH Treg NA28 ] καὶ χειμὼν RP
x τοῦ WH Treg NA28 ] – RP
y ὅτι οὐκ WH Treg NA28 ] οὐ γάρ RP
z ἐμῶν WH Treg NA28 ] + καθὼς εἶπον ὑμῖν RP
aa ἀκούουσιν WH Treg NA28 ] ἀκούει RP
bb δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NA28 ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
cc ὃ WH Treg NA28 ] ὃς NIV RP
dd μοι WH Treg RP NA28 ] + αὐτὰ NIV
ee πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA28; μείζων πάντων NIV RP
ff πατρός WH NA28 ] + μου Treg RP
gg οὖν Treg RP ] – WH NA28
hh ἔργα καλὰ ἔδειξα ὑμῖν NA28 ] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
ii πατρός WH NA28 ] + μου Treg RP
jj ἐμὲ λιθάζετε WH Treg NA28 ] λιθάζετε ἐμὲ RP
kk Ἰουδαῖοι WH Treg NA28 ] + λέγοντες RP
ll ὅτι WH Treg NA28 ] – RP
mm πιστεύετε WH Treg NA28 ] πιστεύσατε RP
nn γινώσκητε WH Treg NA28 ] πιστεύσητε RP
oo τῷ πατρί WH Treg NA28 ] αὐτῷ RP
pp πάλιν αὐτὸν Treg RP ] αὐτὸν πάλιν WH NA28
qq πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν ἐκεῖ WH Treg NA28 ] ἐπίστευσαν πολλοὶ ἐκεῖ εἰς αὐτόν RP