25
1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας, 2 ἐνεφάνισάν ⸀τε[a]αὐτῷ ⸂οἱ ἀρχιερεῖς[b] καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν 3 αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. 4 ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν[c], ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· 5 Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ.[d][e] 6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ[f] ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι. 7 παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸν[g]οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντες[h]ἃ οὐκ ἴσχυον ἀποδεῖξαι, 8 ⸂τοῦ Παύλου ἀπολογουμένου[i] ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον. 9 ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις[j] χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναι[k]ἐπʼ ἐμοῦ; 10 εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς[l] εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα[m] ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις. 11 εἰ μὲν ⸀οὖν[n]ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι. 12 τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ. 13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14 ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβον[o]ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην[p] 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπον[q]πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 συνελθόντων ⸀οὖν[r]ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερον[s]ὧν ⸂ἐγὼ ὑπενόουν[t] ⸀πονηρῶν[u] 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτων[v]ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα[w]κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψω[x]αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον[y] Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον[z] φησίν, ἀκούσῃ αὐτοῦ. 23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τε[aa]χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴν[bb]τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαν[cc]τὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόν[dd]μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντες[ee]μὴ δεῖν ⸂αὐτὸν ζῆν[ff] μηκέτι. 25 ἐγὼ δὲ ⸀κατελαβόμην[gg]μηδὲν ἄξιον ⸂αὐτὸν θανάτου[hh] πεπραχέναι, ⸀αὐτοῦ[ii]δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν[jj] 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω[kk] 27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 26 ->
-
a τε WH Treg NA28 ] δὲ RP
b οἱ ἀρχιερεῖς WH Treg NA28 ] ὁ ἀρχιερεὺς RP
c εἰς Καισάρειαν WH Treg NA28 ] ἐν Καισαρείᾳ RP
d ἐν ὑμῖν φησίν δυνατοὶ WH Treg NA28 ] δυνατοὶ ἐν ὑμῖν φησίν RP
e ἄτοπον WH Treg NA28 ] τούτω RP
f οὐ πλείους ὀκτὼ WH Treg NA28 ] πλείους RP; ὀκτὼ NIV
g αὐτὸν WH Treg NA28 ] – RP
h καταφέροντες WH Treg NA28 ] φέροντες κατὰ τοῦ Παῦλου RP
i τοῦ Παύλου ἀπολογουμένου WH Treg NA28 ] ἀπολογουμένου αὐτοῦ RP
j θέλων τοῖς Ἰουδαίοις WH Treg NA28 ] τοῖς Ἰουδαίοις θέλων RP
k κριθῆναι WH Treg NA28 ] κρίνεσθαι RP
l Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς Treg NA28 RP ] Ἑστὼς ἐπὶ τοῦ βήματος Καίσαρός WH
m ἠδίκησα NA28 RP ] ἠδίκηκα WH Treg
n οὖν WH Treg NA28 ] γὰρ RP
o διέτριβον WH Treg NA28 ] διέτριβεν RP
p καταδίκην WH Treg NA28 ] δίκην RP
q ἄνθρωπον WH Treg NA28 ] + εἰς ἀπώλειαν RP
r οὖν WH ] + αὐτῶν Treg NA28 RP
s ἔφερον WH Treg NA28 ] ἐπέφερον RP
t ἐγὼ ὑπενόουν WH Treg NA28 ] ὑπενόουν ἐγὼ RP
u πονηρῶν WH Treg NA28 ] – RP
v τούτων WH Treg NA28 ] τούτου RP
w Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP
x ἀναπέμψω WH Treg NA28 ] πέμψω RP
y Φῆστον WH Treg NA28 ] + ἔφη RP
z Αὔριον WH Treg NA28 ] Ὁ δέ Αὔριον RP
aa τε WH Treg NA28 ] + τοῖς RP
bb ἐξοχὴν WH Treg NA28 ] + οὖσιν RP
cc ἅπαν WH Treg NA28 ] πᾶν RP
dd ἐνέτυχόν Treg NA28 RP ] ἐνέτυχέν WH
ee βοῶντες WH Treg NA28 ] ἐπιβοῶντες RP
ff αὐτὸν ζῆν WH Treg NA28 ] ζῆν αὐτὸν RP
gg κατελαβόμην WH Treg NA28 ] καταλαβόμενος RP
hh αὐτὸν θανάτου WH Treg NA28 ] θανάτου αὐτὸν RP
ii αὐτοῦ WH Treg NA28 ] καὶ αὐτοῦ RP
jj πέμπειν WH Treg NA28 ] + αὐτόν RP
kk γράψω WH Treg NA28 ] γράψαι RP