10 Ἀπεκρίθη ⸀τε[e]ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος ⸀εὐθύμως[f]τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, 11 δυναμένου σου ⸀ἐπιγνῶναι[g] ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι ⸀δώδεκα[h]ἀφʼ ἧς ἀνέβην προσκυνήσων ⸀εἰς[i]Ἰερουσαλήμ, 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ⸀ἐπίστασιν[j]ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, 13 ⸀οὐδὲ[k]⸀παραστῆσαι[l]δύνανταί ⸀σοι[m]περὶ ὧν ⸀νυνὶ[n]κατηγοροῦσίν μου. 14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ ⸂τοῖς ἐν[o] τοῖς προφήταις γεγραμμένοις, 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ⸀ἔσεσθαι[p]δικαίων τε καὶ ἀδίκων· 16 ἐν τούτῳ ⸀καὶ[q]αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ⸀ἔχειν[r]πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. 17 διʼ ἐτῶν δὲ πλειόνων ⸂ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην[s] καὶ προσφοράς, 18 ἐν ⸀αἷς[t]εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, 19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ⸀ἔδει[u]ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ⸀ἐμέ[v] 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί ⸀εὗρον[w]ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ⸂ἐν αὐτοῖς ἑστὼς[x] ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸀ἐφʼ[y]ὑμῶν.
22 ⸂Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ[z], ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, ⸀εἴπας[aa] Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθʼ ὑμᾶς· 23 ⸀διαταξάμενος[bb]τῷ ἑκατοντάρχῃ τηρεῖσθαι ⸀αὐτὸν[cc]ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ⸀ὑπηρετεῖν[dd]αὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ⸀ἰδίᾳ[ee]γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν ⸀Ἰησοῦν[ff]πίστεως. 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ ⸀μέλλοντος[gg]ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· Τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· 26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ ⸀Παύλου[hh] διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε ⸀χάριτα[ii]καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 23ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25 ->-
a πρεσβυτέρων τινῶν WH Treg NA28 ] τῶν πρεσβυτέρων RP
b διορθωμάτων WH Treg NA28 ] κατορθωμάτων RP
c στάσεις WH Treg NA28 ] στάσιν RP
d ἐκρατήσαμεν WH Treg NA28 RP ] + καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· TR
e τε WH Treg NA28 ] δὲ RP
f εὐθύμως WH Treg NA28 ] εὐθυμότερον RP
g ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
h δώδεκα WH Treg NA28 ] δεκαδύο RP
i εἰς WH Treg NA28 ] ἐν RP
j ἐπίστασιν WH Treg NA28 ] ἐπισύστασιν RP
k οὐδὲ WH NA28 ] οὔτε Treg RP
l παραστῆσαι WH Treg NA28 ] + με RP
m σοι WH Treg NA28 ] – RP
n νυνὶ WH Treg NA28 ] νῦν RP
o τοῖς ἐν WH Treg NA28 ] – RP
p ἔσεσθαι WH Treg NA28 ] + νεκρῶν RP
q καὶ WH Treg NA28 ] δὲ RP
r ἔχειν WH Treg NA28 ] ἔχων RP
s ἐλεημοσύνας … μου παρεγενόμην WH Treg NA28 ] παρεγενόμην ἐλεημοσύνας … μου RP
t αἷς WH Treg NA28 ] οἷς RP
u ἔδει WH Treg NA28 ] δεῖ RP
v ἐμέ WH Treg NA28 ] με RP
w εὗρον WH NA28 ] + ἐν ἐμοὶ Treg RP
x ἐν αὐτοῖς ἑστὼς WH Treg NA28 ] ἑστὼς ἐν αὐτοῖς RP
y ἐφʼ WH Treg NA28 ] ὑφʼ RP
z Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ WH Treg NA28 ] Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς RP
aa εἴπας WH Treg NA28 ] εἰπών RP
bb διαταξάμενος WH Treg NA28 ] + τε RP
cc αὐτὸν WH Treg NA28 ] τὸν Παῦλον RP
dd ὑπηρετεῖν WH Treg NA28 ] + ἢ προσέρχεσθαι RP
ee ἰδίᾳ WH Treg NA28 ] – RP
ff Ἰησοῦν WH NA28 ] – Treg RP
gg μέλλοντος WH Treg NA28 ] + ἔσεσθαι RP
hh Παύλου WH Treg NA28 ] + ὅπως λύσῃ αὐτόν RP
ii χάριτα WH Treg NA28 ] χάριτας RP