6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν[c]ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων[d] περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ[e]κρίνομαι. 7 τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος[f]ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων[g], καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι ⸀μὲν[h]γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε[i]ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων[j] τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος[k] 10 πολλῆς δὲ ⸀γινομένης[l]στάσεως ⸀φοβηθεὶς[m]ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν[n]ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε[o]εἰς τὴν παρεμβολήν.
11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει[p] ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
12 Γενομένης δὲ ἡμέρας ποιήσαντες ⸂συστροφὴν οἱ Ἰουδαῖοι[q] ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον. 13 ἦσαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ⸀ποιησάμενοι[r] 14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπαν· Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον. 15 νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ ⸀ὅπως[s]⸂καταγάγῃ αὐτὸν εἰς[t] ὑμᾶς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δὲ πρὸ τοῦ ἐγγίσαι αὐτὸν ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου ⸂τὴν ἐνέδραν[u] παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τῷ Παύλῳ. 17 προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν ἔφη· Τὸν νεανίαν τοῦτον ⸀ἄπαγε[v]πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ⸂ἀπαγγεῖλαί τι[w] αὐτῷ. 18 ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καὶ φησίν· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν ⸀νεανίαν[x]ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι. 19 ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατʼ ἰδίαν ἐπυνθάνετο· Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι; 20 εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον ⸂τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον[y] ὡς ⸀μέλλον[z]τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ· 21 σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν ⸂εἰσιν ἕτοιμοι[aa] προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν. 22 ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν ⸀νεανίσκον[bb]παραγγείλας μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ⸀ἐμέ[cc]
23 Καὶ προσκαλεσάμενός ⸂τινας δύο[dd] τῶν ἑκατονταρχῶν εἶπεν· Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός, 24 κτήνη τε παραστῆσαι ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25 γράψας ἐπιστολὴν ⸀ἔχουσαν[ee]τὸν τύπον τοῦτον· 26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν. 27 τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπʼ αὐτῶν ἐπιστὰς σὺν τῷ στρατεύματι ⸀ἐξειλάμην[ff] μαθὼν ὅτι Ῥωμαῖός ἐστιν, 28 βουλόμενός ⸀τε[gg]⸀ἐπιγνῶναι[hh]τὴν αἰτίαν διʼ ἣν ἐνεκάλουν αὐτῷ, ⸀κατήγαγον[ii]εἰς τὸ συνέδριον αὐτῶν. 29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲ[jj] ⸀δὲ ἄξιον θανάτου ἢ δεσμῶν ⸂ἔχοντα ἔγκλημα[kk]. 30 μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ⸀ἄνδρα[ll]ἔσεσθαι ⸀ἐξαυτῆς[mm]ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις ⸀λέγειν[nn]πρὸς αὐτὸν ἐπὶ ⸀σοῦ[oo]
31 Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον ἤγαγον ⸀διὰ[pp]νυκτὸς εἰς τὴν Ἀντιπατρίδα· 32 τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς ⸀ἀπέρχεσθαι[qq]σὺν αὐτῷ ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· 33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ. 34 ἀναγνοὺς ⸀δὲ[rr]καὶ ἐπερωτήσας ἐκ ποίας ⸀ἐπαρχείας[ss]ἐστὶν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας, 35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται· ⸀κελεύσας[tt]ἐν τῷ πραιτωρίῳ ⸀τοῦ[uu]Ἡρῴδου φυλάσσεσθαι ⸀αὐτόν[vv]
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 22ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24 ->-
a ὁ Παῦλος τῷ συνεδρίῳ NA28 RP ] Παῦλος τῷ συνεδρίῳ WH; τῷ συνεδρίῳ ὁ Παῦλος Treg
b ὅτι WH Treg NA28 ] – RP
c ἔκραζεν WH Treg NA28 ] ἔκραξεν RP
d Φαρισαίων WH Treg NA28 ] Φαρισαίου RP
e ἐγὼ NA28 RP ] – WH Treg
f λαλοῦντος WH ] εἰπόντος NA28 Treg; λαλήσαντος RP
g καὶ Σαδδουκαίων WH Treg NA28 ] – RP
h μὲν Treg NA28 RP ] – WH
i μήτε WH Treg NA28 ] μηδὲ RP
j τινὲς τῶν γραμματέων WH Treg NA28 ] οἱ γραμματεῖς RP
k ἄγγελος WH Treg NA28 ] + μὴ θεομαχῶμεν RP
l γινομένης WH NA28 ] γενομένης Treg RP
m φοβηθεὶς WH Treg NA28 ] εὐλαβηθεὶς RP
n καταβὰν WH Treg NA28 ] καταβῆναι καὶ RP
o τε Treg NA28 RP ] – WH
p Θάρσει WH Treg NA28 ] + Παῦλε RP
q συστροφὴν οἱ Ἰουδαῖοι WH Treg NA28 ] τινες τῶν Ἰουδαίων συστροφήν RP
r ποιησάμενοι WH Treg NA28 ] πεποιηκότες RP
s ὅπως WH Treg NA28 ] + αὔριον RP
t καταγάγῃ αὐτὸν εἰς WH Treg NA28 ] αὐτὸν καταγάγῃ πρὸς RP
u τὴν ἐνέδραν WH Treg NA28 ] τὸ ἔνεδρον RP
v ἄπαγε WH Treg ] ἀπάγαγε NA28 RP
w ἀπαγγεῖλαί τι WH Treg NA28 ] τι ἀπαγγεῖλαί RP
x νεανίαν WH RP ] νεανίσκον NA28 Treg
y τὸν Παῦλον καταγάγῃς εἰς τὸ συνέδριον WH Treg NA28 ] εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον RP
z μέλλον NA28 ] μέλλων WH Treg; μέλλοντά RP
aa εἰσιν ἕτοιμοι WH Treg NA28 ] ἕτοιμοι εἰσιν RP
bb νεανίσκον WH Treg NA28 ] νεανίαν RP
cc ἐμέ WH Treg ] με NA28 RP
dd τινας δύο WH Treg ] δύο τινας NA28 RP
ee ἔχουσαν WH Treg NA28 ] περιέχουσαν RP
ff ἐξειλάμην WH Treg NA28 ] + αὐτόν RP
gg τε WH Treg NA28 ] δὲ RP
hh ἐπιγνῶναι WH Treg NA28 ] γνῶναι RP
ii κατήγαγον WH Treg NA28 ] + αὐτὸν RP
jj δὲ WH Treg NA28 ] – RP
kk ἔχοντα ἔγκλημα WH Treg NA28 ] ἔγκλημα ἔχοντα RP
ll ἄνδρα WH Treg NA28 ] + μέλλειν RP
mm ἐξαυτῆς WH NA28 ] ἐξ αὐτῶν Treg; ὑπὸ τῶν Ἰουδαίων ἐξαυτῆς RP
nn λέγειν WH Treg ] + τὰ NA28 RP
oo σοῦ WH Treg NA28 ] + Ἔρρωσο RP
pp διὰ WH Treg NA28 ] + τῆς RP
qq ἀπέρχεσθαι WH Treg NA28 ] πορεύεσθαι RP
rr δὲ WH Treg NA28 ] + ὁ ἡγεμών RP
ss ἐπαρχείας WH NA28 ] ἐπαρχίας Treg RP
tt κελεύσας WH Treg NA28 ] Ἐκέλευσέν τε αὐτὸν RP
uu τοῦ WH Treg NA28 ] – RP
vv αὐτόν WH Treg NA28 ] – RP