7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν[l]κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· 9 ⸀καθεζόμενος[m]δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. 10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11 ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν[n]ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13 Ἡμεῖς δὲ ⸀προελθόντες[o]⸀ἐπὶ[p]τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν[q] μέλλων αὐτὸς πεζεύειν. 14 ὡς δὲ ⸀συνέβαλλεν[r]ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, 15 κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς[s]Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον[t] τῇ ⸀δὲ[u]ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· 16 ⸀κεκρίκει[v]γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη[w]αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ[x]δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, 21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς[y]θεὸν μετάνοιαν καὶ ⸀πίστιν[z]εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν[aa] 22 καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ[bb] τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι[cc]μὴ εἰδώς, 23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι[dd]λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με[ee] μένουσιν· 24 ἀλλʼ οὐδενὸς ⸀λόγου[ff]⸀ποιοῦμαι[gg]τὴν ⸀ψυχὴν[hh]τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι[ii]τὸν δρόμον ⸀μου[jj]καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
25 Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν[kk] 26 ⸀διότι[ll]μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι[mm]ἀπὸ τοῦ αἵματος πάντων, 27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν[nn]. 28 ⸀προσέχετε[oo]ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ[pp] ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου[qq]. 29 ἐγὼ ⸀οἶδα[rr]ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, 30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν[ss] 31 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32 καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς[tt]τῷ ⸀θεῷ[uu]καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι[vv]καὶ δοῦναι ⸀τὴν[ww]κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· 34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37 ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο[xx] πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21 ->-
a μεταπεμψάμενος WH Treg NA28 ] προσκαλεσάμενος RP
b παρακαλέσας WH Treg NA28 ] – RP
c πορεύεσθαι WH Treg NA28 ] πορευθῆναι RP
d εἰς WH Treg NA28 ] + τὴν RP
e ἐπιβουλῆς αὐτῷ WH Treg NA28 ] + αὐτῷ ἐπιβουλῆς RP
f γνώμης WH Treg NA28 ] γνώμη RP
g αὐτῷ WH NA28 ] + ἄχρι τῆς Ἀσίας Treg RP
h Πύρρου WH Treg NA28 ] – RP
i δὲ WH Treg NA28 ] – RP
j προσελθόντες WH Treg RP ] προελθόντες NA28
k οὗ WH Treg RP ] ὅπου NA28
l ἡμῶν WH Treg NA28 ] τῶν μαθητῶν RP
m καθεζόμενος WH Treg NA28 ] Καθήμενος RP
n τὸν WH Treg NA28 ] – RP
o προελθόντες WH Treg NA28 ] προσελθόντες RP
p ἐπὶ WH Treg NA28 ] εἰς RP
q διατεταγμένος ἦν WH Treg NA28 ] ἦν διατεταγμένος RP
r συνέβαλλεν WH Treg NA28 ] συνέβαλεν RP
s ἄντικρυς WH Treg NA28 ] ἀντικρύ RP
t Σάμον WH Treg NA28 ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP
u δὲ WH Treg NA28 ] – RP
v κεκρίκει WH Treg NA28 ] Ἔκρινεν RP
w εἴη WH Treg NA28 ] ἦν RP
x καὶ WH Treg NA28 ] + πολλῶν RP
y εἰς WH Treg NA28 ] + τὸν RP
z πίστιν WH Treg NA28 ] + τὴν RP
aa Ἰησοῦν WH NA28 RP ] + χριστόν Treg
bb δεδεμένος ἐγὼ WH Treg NA28 ] ἐγὼ δεδεμένος RP
cc μοι Treg NA28 RP ] ἐμοὶ WH
dd μοι WH Treg NA28 ] – RP
ee καὶ θλίψεις με WH Treg NA28 ] με καὶ θλίψεις RP
ff λόγου WH Treg NA28 ] λόγον RP
gg ποιοῦμαι WH Treg NA28 ] + οὐδὲ ἔχω RP
hh ψυχὴν WH Treg NA28 ] + μου RP
ii τελειῶσαι NA28 RP ] τελειώσω WH Treg
jj μου WH Treg NA28 ] + μετὰ χαρᾶς RP
kk βασιλείαν WH Treg NA28 ] + τοῦ θεοῦ RP
ll διότι WH NA28 RP ] διὸ Treg
mm εἰμι WH Treg NA28 ] ἐγὼ RP
nn πᾶσαν … θεοῦ ὑμῖν WH Treg NA28 ] ὑμῖν πᾶσαν … θεοῦ RP
oo προσέχετε WH Treg NA28 ] + οὖν RP
pp θεοῦ WH NA28 ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
qq αἵματος τοῦ ἰδίου WH Treg NA28 ] ἰδίου αἵματος RP
rr οἶδα WH Treg NA28 ] γὰρ οἶδα τοῦτο RP
ss ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
tt ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
uu θεῷ Treg NA28 RP ] κυρίῳ WH
vv οἰκοδομῆσαι WH Treg NA28 ] ἐποικοδομῆσαι RP
ww τὴν WH Treg NA28 ] ὑμῖν RP
xx κλαυθμὸς ἐγένετο WH Treg NA28 ] ἐγένετο κλαυθμὸς RP