10 Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰ[k]νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν[l]· 11 οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸ[m] λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως. 12 πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. 13 ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες ⸂καὶ ταράσσοντες[n] τοὺς ὄχλους. 14 εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ⸀ἕως[o]ἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε[p] ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ. 15 οἱ δὲ ⸀καθιστάνοντες[q]τὸν Παῦλον ⸀ἤγαγον[r]ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν[s]Σιλᾶν καὶ ⸀τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντος[t]κατείδωλον οὖσαν τὴν πόλιν. 17 διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. 18 τινὲς δὲ καὶ[u]τῶν Ἐπικουρείων ⸀καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο. 19 ἐπιλαβόμενοί ⸀τε[v]αὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; 20 ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι ⸂τίνα θέλει[w] ταῦτα εἶναι. 21 Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ [x]λέγειν τι[y]⸀ἢ ἀκούειν ⸀τι καινότερον.
22 Σταθεὶς ⸀δὲ[z]Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ· 23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀ὃ[aa]οὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτο[bb]ἐγὼ καταγγέλλω ὑμῖν. 24 ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος[cc] οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ 25 οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνων[dd]θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ[ee] πάντα· 26 ἐποίησέν τε ἐξ ⸀ἑνὸς[ff]πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου[gg] τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, 27 ζητεῖν τὸν ⸀θεὸν[hh]εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. 28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν. 29 γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. 30 τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλει[ii]τοῖς ἀνθρώποις ⸀πάντας[jj]πανταχοῦ μετανοεῖν, 31 ⸀καθότι[kk]ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν[ll]. 33 ⸀οὕτως[mm]ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν· 34 τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 18 ->-
a τὴν WH Treg NA28 ] – RP
b ἦν WH Treg NA28 ] + ἡ RP
c ὁ χριστός, ὁ WH NA28 ] χριστός Treg; ὁ χριστός RP
d πλῆθος πολὺ WH Treg NA28 ] πολὺ πλῆθος RP
e ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι WH Treg NA28 ] Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP
f ἄνδρας τινὰς WH Treg NA28 ] τινὰς ἄνδρας RP
g καὶ ἐπιστάντες WH Treg NA28 ] ἐπιστάντες τε RP
h προαγαγεῖν WH Treg NA28 ] ἀγαγεῖν RP
i ἔσυρον WH Treg NA28 ] + τὸν RP
j ἕτερον λέγοντες WH Treg NA28 ] λέγοντες ἕτερον RP
k διὰ WH Treg NA28 ] + τῆς RP
l τῶν Ἰουδαίων ἀπῄεσαν WH Treg NA28 ] ἀπῄεσαν τῶν Ἰουδαίων RP
m τὸ WH RP ] – Treg NA28
n καὶ ταράσσοντες WH Treg NA28 ] –RP
o ἕως WH Treg NA28 ] ὡς RP
p ὑπέμεινάν τε WH Treg NA28 ] ὑπέμενον δὲ RP
q καθιστάνοντες WH Treg NA28 ] καθιστῶντες RP
r ἤγαγον WH Treg NA28 ] + αὐτὸν RP
s τὸν WH Treg NA28 ] – RP
t θεωροῦντος WH Treg NA28 ] θεωροῦντι RP
u καὶ WH Treg NA28 ] + τῶν RP
v τε NA28 RP ] δὲ WH Treg
w τίνα θέλει WH Treg NA28 ] τί ἂν θέλοι RP
x ἢ WH Treg NA28 ] καὶ RP
y τι WH Treg NA28 ] – RP
z δὲ WH Treg ] + ὁ NA28 RP
aa ὃ WH Treg NA28 ] Ὃν RP
bb τοῦτο WH Treg NA28 ] τοῦτον RP
cc ὑπάρχων κύριος WH Treg NA28 ] κύριος ὑπάρχων RP
dd ἀνθρωπίνων WH Treg NA28 ] ἀνθρώπων RP
ee καὶ τὰ WH Treg NA28 ] κατὰ RP
ff ἑνὸς WH Treg NA28 ] + αἵματος RP
gg παντὸς προσώπου WH Treg NA28 ] πᾶν τὸ πρόσωπον RP
hh θεὸν WH Treg NA28 ] κύριον RP
ii παραγγέλλει Treg NA28 RP ] ἀπαγγέλλει WH
jj πάντας WH Treg NA28 ] πᾶσιν RP
kk καθότι WH Treg NA28 ] διότι RP
ll περὶ τούτου καὶ πάλιν WH Treg NA28 ] πάλιν περὶ τούτου RP
mm οὕτως WH Treg NA28 ] Καὶ οὕτως RP