8 Καί τις ἀνὴρ ⸂ἀδύνατος ἐν Λύστροις[d] τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς ⸀αὐτοῦ[e] ὃς οὐδέποτε ⸀περιεπάτησεν[f] 9 οὗτος ⸀ἤκουσεν[g]τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ⸂ἔχει πίστιν[h] τοῦ σωθῆναι 10 εἶπεν ⸀μεγάλῃ[i]φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ⸀ὀρθός[j] καὶ ⸀ἥλατο[k]καὶ περιεπάτει. 11 οἵ ⸀τε[l]ὄχλοι ἰδόντες ὃ ⸀ἐποίησεν[m]Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς 12 ἐκάλουν τε ⸀τὸν[n]Βαρναβᾶν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. 13 ὅ ⸀τε[o]ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς ⸀πόλεως[p]ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. 14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρναβᾶς καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια ⸀αὐτῶν[q]⸀ἐξεπήδησαν[r]εἰς τὸν ὄχλον κράζοντες 15 καὶ λέγοντες· Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ ⸀θεὸν[s]ζῶντα ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 16 ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· 17 ⸀καίτοι[t]οὐκ ἀμάρτυρον ⸀αὑτὸν[u]ἀφῆκεν ⸀ἀγαθουργῶν[v] οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ⸀ὑμῶν[w] 18 καὶ ταῦτα λέγοντες μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, ⸀νομίζοντες[x]αὐτὸν τεθνηκέναι. 20 κυκλωσάντων δὲ ⸂τῶν μαθητῶν αὐτὸν[y] ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν. καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρναβᾷ εἰς Δέρβην.
21 Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ ⸀εἰς[z]Ἰκόνιον καὶ ⸁εἰς[aa]Ἀντιόχειαν, 22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 23 χειροτονήσαντες δὲ αὐτοῖς ⸂κατʼ ἐκκλησίαν πρεσβυτέρους[bb] προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. 24 καὶ διελθόντες τὴν[cc]Πισιδίαν ἦλθον εἰς ⸀τὴν Παμφυλίαν, 25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, 26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. 27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ⸀ἀνήγγελλον[dd]ὅσα ἐποίησεν ὁ θεὸς μετʼ αὐτῶν καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. 28 διέτριβον ⸀δὲ[ee]χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
<- ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 15 ->-
a ἀπειθήσαντες WH Treg NA28 ] ἀπειθοῦντες RP
b τῷ WH Treg RP ] ἐπὶ τῷ NA28
c εὐαγγελιζόμενοι ἦσαν WH Treg NA28 ] ἦσαν εὐαγγελιζόμενοι RP
d ἀδύνατος ἐν Λύστροις WH NA28 ] ἐν Λύστροις ἀδύνατος Treg RP
e αὐτοῦ WH Treg NA28 ] + ὑπάρχων RP
f περιεπάτησεν WH Treg NA28 ] περιπεπατήκει RP
g ἤκουσεν Treg NA28 RP ] ἤκουεν WH
h ἔχει πίστιν WH Treg NA28 ] πίστιν ἔχει RP
i μεγάλῃ WH Treg NA28 ] + τῇ RP
j ὀρθός WH Treg NA28 ] ὀρθῶς RP
k ἥλατο WH Treg NA28 ] ἥλλετο RP
l τε WH NA28 ] δὲ Treg RP
m ἐποίησεν WH Treg NA28 ] + ὁ RP
n τὸν WH Treg NA28 ] + μὲν RP
o τε WH Treg NA28 ] δὲ RP
p πόλεως WH Treg NA28 ] + αὐτῶν RP
q αὐτῶν Treg NA28 RP ] ἑαυτῶν WH
r ἐξεπήδησαν WH Treg NA28 ] εἰσεπήδησαν RP
s θεὸν WH Treg NA28 ] τὸν θεὸν τὸν RP
t καίτοι WH Treg NA28 ] Καίτοιγε RP
u αὑτὸν WH ] ἑαυτὸν RP; αὐτὸν Treg NA28
v ἀγαθουργῶν WH Treg NA28 ] ἀγαθοποιῶν RP
w ὑμῶν WH Treg NA28 ] ἡμῶν RP
x νομίζοντες WH Treg NA28 ] νομίσαντες RP
y τῶν μαθητῶν αὐτὸν WH Treg NA28 ] αὐτὸν τῶν μαθητῶν RP
z ⸀εἰς WH Treg NA28 ] – RP
aa ⸁εἰς WH Treg NA28 ] – RP
bb κατʼ ἐκκλησίαν πρεσβυτέρους WH Treg NA28 ] πρεσβυτέρους κατʼ ἐκκλησίαν RP
cc τὴν WH Treg NA28 ] – RP
dd ἀνήγγελλον WH Treg NA28 ] ἀνήγγειλαν RP
ee δὲ WH Treg NA28 ] + ἐκεῖ RP