11 Γέγονα ⸀ἄφρων[n] ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι· 12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ[o] σημείοις ⸀τε[p]καὶ τέρασιν καὶ δυνάμεσιν. 13 τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε[q]ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 Ἰδοὺ τρίτον ⸀τοῦτο[r]ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω[s] οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις. 15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ[t]περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν[u] ἧσσον ἀγαπῶμαι; 16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον. 17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; 18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19 ⸀Πάλαι[v]δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντι[w]θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς, 20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις[x] ⸀ζῆλος[y] θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι· 21 μὴ πάλιν ⸂ἐλθόντος μου[z] ⸀ταπεινώσῃ[aa]⸀με[bb]ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 11ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 13 ->-
a δεῖ WH Treg NA28 ] δὴ RP
b συμφέρον μέν WH Treg NA28 ] συμφέρει μοι RP
c δὲ WH Treg NA28 ] γὰρ RP
d χωρὶς WH Treg NA28 ] ἐκτὸς RP
e ἀσθενείαις WH Treg NA28 ] + μου RP
f τι NA28 RP ] – WH Treg
g διὸ WH Treg NA28 ] – RP
h Σατανᾶ WH Treg NA28 ] Σατᾶν RP
i ἵνα μὴ ὑπεραίρωμαι WH NA28 RP ] – Treg
j δύναμις WH Treg NA28 ] + μου RP
k τελεῖται WH Treg NA28 ] τελειοῦται RP
l μου Treg NA28 RP ] – WH
m καὶ WH NA28 ] ἐν Treg RP
n ἄφρων WH Treg NA28 ] + καυχώμενος RP
o ὑπομονῇ WH Treg NA28 ] + ἐν RP
p τε WH NA28 ] – Treg RP
q ἡσσώθητε WH Treg NA28 ] ἡττήθητε RP
r τοῦτο WH Treg NA28 ] – RP
s καταναρκήσω WH Treg NA28 ] + ὑμῶν RP
t εἰ WH Treg NA28 ] + καὶ RP
u ἀγαπῶν Treg NA28 RP ] ἀγαπῶ WH
v Πάλαι WH Treg NA28 ] Πάλιν RP
w κατέναντι WH Treg NA28 ] Κατενώπιον τοῦ RP
x ἔρις WH NA28 ] ἔρεις Treg RP
y ζῆλος WH Treg NA28 ] ζῆλοι RP
z ἐλθόντος μου WH Treg NA28 ] ἐλθόντα με RP
aa ταπεινώσῃ WH NA28 ] ταπεινώσει Treg RP
bb με WH Treg NA28 ] – RP
Languages