6 ⸀Νῦν[d]δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ[e] πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ[f] δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν[g]ἐν κόσμῳ, καὶ ⸀οὐδὲν[h]ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.
13 ⸀Διὸ[i]ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν ⸀εὐλογῇς[j]⸀πνεύματι[k] ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ ⸀θεῷ[l] πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις[m]⸀λαλῶ[n] 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ[o] μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.
20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων[p]λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις[q], εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 ⸀τὰ[r]κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς[s] ἐν ὑμῖν ἐστιν.
26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος[t]ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.[u] 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής[v] σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται 32 (καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.
34 Αἱ ⸀γυναῖκες[w]ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται[x]αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν[y] καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι ⸀μαθεῖν[z]θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ[aa]. 36 ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;
37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν[bb] 38 εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται[cc] 39 ὥστε, ἀδελφοί ⸀μου[dd] ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις[ee]· 40 πάντα ⸀δὲ[ff]εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 13ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 15 ->-
a ἀλλὰ WH Treg NA28 ] + τῷ RP
b δὲ WH Treg NA28 ] γὰρ RP
c διερμηνεύῃ WH Treg NA28 ] διερμηνεύει RP
d Νῦν WH Treg NA28 ] Νυνὶ RP
e δῷ WH Treg NA28 ] διδῶ RP
f φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NA28
g εἰσιν WH Treg NA28 ] ἐστὶν RP
h οὐδὲν WH Treg NA28 ] + αὐτῶν RP
i Διὸ WH Treg NA28 ] Διόπερ RP
j εὐλογῇς WH Treg NA28 ] εὐλογήσῃς RP
k πνεύματι Treg ] ἐν πνεύματι WH NA28; τῷ πνεύματι RP
l θεῷ WH Treg NA28 ] + μου RP
m γλώσσαις WH NA28 RP ] γλώσσῃ Treg
n λαλῶ WH Treg NA28 ] λαλῶν RP
o τῷ νοΐ WH Treg NA28 ] διὰ τοῦ νοός RP
p ἑτέρων WH Treg NA28 ] ἑτέροις RP
q λαλῶσιν γλώσσαις WH Treg NA28 ] γλώσσαις λαλῶσιν RP
r τὰ WH Treg NA28 ] καὶ οὕτως τὰ RP
s Ὄντως ὁ θεὸς WH Treg NA28 ] Ὁ θεὸς ὄντως RP
t ἕκαστος WH Treg NA28 ] +ὑμῶν RP
u ἀποκάλυψιν ἔχει γλῶσσαν WH Treg NA28 ] γλῶσσαν ἀποκάλυψιν ἔχει RP
v διερμηνευτής WH NA28 RP ] ἑρμηνευτής Treg
w γυναῖκες WH Treg NA28 ] + ὑμῶν RP
x ἐπιτρέπεται WH Treg NA28 ] ἐπιτέτραπται RP
y ὑποτασσέσθωσαν WH Treg NA28 ] ὑποτάσσεσθαι RP
z μαθεῖν Treg NA28 RP ] μανθάνειν WH
aa λαλεῖν ἐν ἐκκλησίᾳ WH Treg NA28 ] ἐν ἐκκλησίᾳ λαλεῖν RP
bb ἐστίν Holmes ] ἐστὶν ἐντολή WH Treg NA28; εἰσὶν ἐντολαί RP
cc ἀγνοεῖται WH NA28 ] ἀγνοείτω Treg RP
dd μου WH Treg NA28 ] – RP
ee μὴ κωλύετε γλώσσαις WH Treg NA28 ] γλώσσαις μὴ κωλύετε RP
ff δὲ WH Treg NA28 ] – RP