4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη[g] οὐ ζηλοῖ ⸂ἡ ἀγάπη⸃, οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
8 Ἡ ἀγάπη οὐδέποτε ⸀πίπτει[h] εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους ⸀γὰρ[i]γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ[j]τέλειον, ⸀τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ⸂ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος[k]· ⸀ὅτε[l]γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.
<- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 12ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 14 ->-
a ⸂καὶ ἐὰν⸃ Treg NA28 RP ] κἂν WH
b ⸄καὶ ἐὰν⸅ NA28 RP ] κἂν WH Treg
c μεθιστάναι Treg NA28 ] μεθιστάνειν WH RP
d ⸂καὶ ἐὰν⸃ RP ] κἂν WH Treg NA28
e ⸄καὶ ἐὰν⸅ Treg NA28 RP ] κἂν WH
f καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA28
g ἡ ἀγάπη Treg NA28 RP ] – WH
h πίπτει WH Treg NA28 ] ἐκπίπτει RP
i γὰρ WH Treg NA28 ] δὲ RP
j τὸ WH Treg NA28 ] τότε τὸ RP
k ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NA28 ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
l ὅτε WH Treg NA28 ] + δὲ RP