3 Λέγω γάρ, διὰ τῆς χάριτος§ χαριτος f35 𝕻46ℵA,B,C [75%] OC,RP,HF,TR,CP,NU ¦ 1 του θεου [25%] τῆς δοθείσης* δοθεισης rell ¦ δοθησης [13%] ¦ six further spellings ℵ [5%] μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾿ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισεν μέτρον πίστεως. 4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ† μελη πολλα f35 A [97%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵB [3%] NU ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, 5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ ‡ ο f35 [97%] OC,RP,HF,TR,CP ¦ το 𝕻46ℵA,B [3%] NU δὲ καθ᾿ εἷς§ καθ᾿ εἱς [30%] OC,RP,HF,TR,NU ¦ καθεὶς f35 [70%] CP (Since there is no ambiguity, they were just saving ink.) ἀλλήλων μέλη. 6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν* δοθεισαν rell ¦ δοθησαν [13%] ¦ two further spellings ℵ [1%] ἡμῖν διάφορα· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει· ὁ μεταδιδούς, ἐν ἁπλότητι· ὁ προϊστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
9 Ἡ ἀγάπη ἀνυπόκριτος· ἀποστυγοῦντες τὸ πονηρόν· κολλώμενοι τῷ ἀγαθῷ· 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι· τῇ τιμῇ ἀλλήλους προηγούμενοι· 11 τῇ σπουδῇ μὴ ὀκνηροί· τῷ πνεύματι ζέοντες τῷ Κυρίῳ† κυριω rell ¦ καιρω [1%] TR δουλεύοντες· 12 τῇ ἐλπίδι χαίροντες· τῇ θλίψει ὑπομένοντες· τῇ προσευχῇ προσκαρτεροῦντες· 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.
14 Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς·‡ υμας f35 ℵA [97%] OC,RP,HF,TR,CP[NU] ¦ — 𝕻46B [3%] εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. 15 Χαίρειν μετὰ χαιρόντων καὶ§ και f35 A [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵB [3%] NU κλαίειν μετὰ κλαιόντων. 16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες—μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι· μὴ γίνεσθε φρόνιμοι παρ᾿ ἑαυτοῖς. 17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18 Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· «Ἐμοὶ ἐκδίκησις· ἐγὼ ἀνταποδώσω,» λέγει Κύριος. 20 «Ἐὰν οὖν* εαν ουν f35 (87.4%) OC,RP,HF,TR,CP ¦ 1 𝕻46 (6.2%) ¦ ~ αλλα 1 A,B (1%) NU ¦ ~ αλλ 1 ℵ (5.1%) ¦ αλλ 12 (0.3%) πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.» 21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
<- Romans 11Romans 13 ->-
a συσχηματιζεσθε f35 (𝕻46ℵB) [65%] HF,TR,NU ¦ συσχηματιζεσθαι A [35%] OC,RP,CP
b μεταμορφουσθε f35 𝕻46B [65%] HF,TR,NU ¦ μεταμορφουσθαι ℵA [35%] OC,RP,CP
c υμων f35 ℵ [98%] OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B [2%] NU
d χαριτος f35 𝕻46ℵA,B,C [75%] OC,RP,HF,TR,CP,NU ¦ 1 του θεου [25%]
e δοθεισης rell ¦ δοθησης [13%] ¦ six further spellings ℵ [5%]
f μελη πολλα f35 A [97%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵB [3%] NU
g ο f35 [97%] OC,RP,HF,TR,CP ¦ το 𝕻46ℵA,B [3%] NU
h καθ᾿ εἱς [30%] OC,RP,HF,TR,NU ¦ καθεὶς f35 [70%] CP (Since there is no ambiguity, they were just saving ink.)
i δοθεισαν rell ¦ δοθησαν [13%] ¦ two further spellings ℵ [1%]
j κυριω rell ¦ καιρω [1%] TR
k υμας f35 ℵA [97%] OC,RP,HF,TR,CP[NU] ¦ — 𝕻46B [3%]
l και f35 A [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵB [3%] NU
m εαν ουν f35 (87.4%) OC,RP,HF,TR,CP ¦ 1 𝕻46 (6.2%) ¦ ~ αλλα 1 A,B (1%) NU ¦ ~ αλλ 1 ℵ (5.1%) ¦ αλλ 12 (0.3%)