ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν,† αγνοειν rell ¦ αγνωειν [15%] ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς (καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο), ἵνα τινὰ καρπὸν‡ τινα καρπον f35 ℵA,B,C [92%] OC,RP,HF,CP,NU ¦ ~ 21 [8%] TR σχῶ καὶ§ και rell ¦ — [10%] CP ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. 14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. 15 Οὕτως, τὸ κατ᾿ ἐμέ, πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,* του χριστου f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι (Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι)· 17 δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται, ἐκ πίστεως εἰς πίστιν· καθὼς γέγραπται· «Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.»
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, 19 διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὁ γὰρ Θεὸς† γαρ θεος f35 [95%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU αὐτοῖς ἐφανέρωσεν. 20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, τοῖς ποιήμασιν νοούμενα, καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· 21 διότι γνόντες‡ γνοντες rell ¦ γνωντες [25%] τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν·§ ευχαριστησαν f35 B [80%] OC,RP,HF,TR,CP ¦ ηυχαριστησαν ℵA,C [20%] NU ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. 22 Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν, 23 καὶ ἠλλάξαντο* ηλλαξαντο f35 [26%] CP ¦ ηλλαξαν ℵA,B,C [74%] OC,RP,HF,TR,NU τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου—καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
24 Διὸ καὶ† και f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [2%] NU παρέδωκεν αὐτοὺς ὁ Θεός, ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς‡ εαυτοις f35 [92%] RP,HF,TR,CP ¦ αυτοις 𝕻40vℵA,B,C [5%] OC,NU ¦ εαυτων [3%] 25 —οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· 27 ὁμοίως§ ομοιως f35 C [23%] CP ¦ 1 τε ℵB [70%] RP,HF,TR,NU ¦ 1 δε A [7%] OC καὶ οἱ ἄρρενες,* αρρενες f35 ℵA,C [95.5%] RP,HF,TR,CP ¦ αρενες [3%] ¦ αρσενες B [1.5%] OC,NU ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν† εξεκαυθησαν f35 [20%] CP ¦ 1 εν ℵA,B,C [80%] OC,RP,HF,TR,NU τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ,‡ πορνεια f35 [95%] OC,RP,HF,TR,CP ¦ — (ℵA)B(C) [5%] NU (An easy case of homoioteleuton, or -arcton.) πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· 30 ψιθυριστάς, καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους,§ ασπονδους f35 C [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU (An easy case of homoioteleuton, or -arcton.) ἀνελεήμονας· 32 οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.
Romans 2 ->-
a ιησου χριστου f35 ℵA [99.5%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻10B [0.5%] NU
b αφωρισμενος rell ¦ αφορισμενος [10%]
c προεπηγγειλατο rell ¦ προεπαγγειλατο CP ¦ προεπηγγιλατο ℵ
d υπερ f35 [84%] OC,RP,HF,TR,CP ¦ περι ℵA,B,C [16%] NU
e ευοδωθησομαι rell ¦ ευοδοθησομαι [18%]
f αγνοειν rell ¦ αγνωειν [15%]
g τινα καρπον f35 ℵA,B,C [92%] OC,RP,HF,CP,NU ¦ ~ 21 [8%] TR
h και rell ¦ — [10%] CP
i του χριστου f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU
j γαρ θεος f35 [95%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵA,B,C [5%] NU
k γνοντες rell ¦ γνωντες [25%]
l ευχαριστησαν f35 B [80%] OC,RP,HF,TR,CP ¦ ηυχαριστησαν ℵA,C [20%] NU
m ηλλαξαντο f35 [26%] CP ¦ ηλλαξαν ℵA,B,C [74%] OC,RP,HF,TR,NU
n και f35 [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [2%] NU
o εαυτοις f35 [92%] RP,HF,TR,CP ¦ αυτοις 𝕻40vℵA,B,C [5%] OC,NU ¦ εαυτων [3%]
p ομοιως f35 C [23%] CP ¦ 1 τε ℵB [70%] RP,HF,TR,NU ¦ 1 δε A [7%] OC
q αρρενες f35 ℵA,C [95.5%] RP,HF,TR,CP ¦ αρενες [3%] ¦ αρσενες B [1.5%] OC,NU
r εξεκαυθησαν f35 [20%] CP ¦ 1 εν ℵA,B,C [80%] OC,RP,HF,TR,NU
s πορνεια f35 [95%] OC,RP,HF,TR,CP ¦ — (ℵA)B(C) [5%] NU (An easy case of homoioteleuton, or -arcton.)
t ασπονδους f35 C [98%] OC,RP,HF,TR,CP ¦ — ℵA,B [2%] NU (An easy case of homoioteleuton, or -arcton.)