ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ 9 —τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατ᾿† κατ f35 [95%] RP,HF,OC,TR,CP ¦ κατα ℵA,C [5%] NU ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ,‡ ιησου χριστου f35 C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου· 11 εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.§ εθνων f35 C (99%) RP,HF,OC,TR,CP ¦ — ℵA,I (1%) NU (It is improbable that NU could be correct here; even the Coptic abandons them.) 12 Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην* παραθηκην f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ παρακαταθηκην [15%] CP μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Τὴν καλὴν παραθήκην† παραθηκην f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ παρακαταθηκην [10%] TR φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελλος‡ φυγελλος f35 A [60%] OC,TR ¦ φυγελος ℵC [35%] RP,HF,CP,NU ¦ φρυγελλος [5%] καὶ Ἑρμογένης. 16 Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη·§ επησχυνθη f35 ℵ [50%] TR ¦ επαισχυνθη A,C [49%] RP,HF,OC,CP,NU ¦ καταισχυνθη [1%] (Apparently we have alternate forms of the aorist passive indicative, so the meaning is the same.) 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον* σπουδαιοτερον f35 (94.3%) RP,HF,OC,TR,CP ¦ σπουδαιοτερως A (1.7%) ¦ σπουδαιως ℵ(C) (3.8%) NU ¦ one other variant (0.2%) ἐζήτησέν με καὶ εὗρεν 18 (δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ)· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν βέλτιον σὺ γινώσκεις.
2 Timothy 2 ->-
a ιησου χριστου f35 A [60%] RP,TR ¦ ~ 21 ℵ [40%] HF,OC,NU ¦ — CP[?]
b πληρωθω f35 ℵA,C [90%] RP,HF,OC,TR,NU ¦ πλησθω [10%] CP
c λαμβανων f35 [96%] RP,HF,OC,TR,CP ¦ λαβων ℵA,C [4%] NU
d λωιδι rell ¦ λοιδι [3%] ¦ λωιδη [2%] CP
e ευνεικη f35 [50%] TR ¦ ευνικη ℵA,C [45%] RP,HF,OC,CP,NU ¦ ευνηκη [5%]
f κατ f35 [95%] RP,HF,OC,TR,CP ¦ κατα ℵA,C [5%] NU
g ιησου χριστου f35 C [97%] RP,HF,OC,TR,CP ¦ ~ 21 ℵA [3%] NU
h εθνων f35 C (99%) RP,HF,OC,TR,CP ¦ — ℵA,I (1%) NU (It is improbable that NU could be correct here; even the Coptic abandons them.)
i παραθηκην f35 ℵA,C [85%] RP,HF,OC,TR,NU ¦ παρακαταθηκην [15%] CP
j παραθηκην f35 ℵA,C [90%] RP,HF,OC,CP,NU ¦ παρακαταθηκην [10%] TR
k φυγελλος f35 A [60%] OC,TR ¦ φυγελος ℵC [35%] RP,HF,CP,NU ¦ φρυγελλος [5%]
l επησχυνθη f35 ℵ [50%] TR ¦ επαισχυνθη A,C [49%] RP,HF,OC,CP,NU ¦ καταισχυνθη [1%] (Apparently we have alternate forms of the aorist passive indicative, so the meaning is the same.)
m σπουδαιοτερον f35 (94.3%) RP,HF,OC,TR,CP ¦ σπουδαιοτερως A (1.7%) ¦ σπουδαιως ℵ(C) (3.8%) NU ¦ one other variant (0.2%)