1 Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι 2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν* διακονον του θεου και συνεργον ημων f35 (94.6%) RP,HF,OC,TR,CP ¦ 12345 υμων (0.7%) ¦ 123 ℵA (3.1%) ¦ ~ 523 (0.3%) NU ¦ 5 B (0.3%) ¦ five other readings (1%) ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς† υμας f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,I [10%] NU περὶ‡ περι f35 [90%] RP,HF,OC,TR,CP ¦ υπερ ℵA,B [10%] NU τῆς πίστεως ὑμῶν, 3 τὸ§ το f35 ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ τω [10%] TR ¦ του [5%] μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. 4 Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι· καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. 5 Διὰ τοῦτο κἀγώ, μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾿ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς 7 —διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾿ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ* θλιψει και αναγκη f35 [92%] RP,HF,OC,TR,CP ¦ ~ 321 ℵA,B [8%] NU ἡμῶν διὰ τῆς ὑμῶν† υμων rell ¦ ημων CP πίστεως· 8 ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε‡ στηκητε f35 ℵ [40%] OC,TR,CP ¦ στηκετε A,B [60%] RP,HF,NU ἐν Κυρίῳ.
9 Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν, ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾿ ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν· 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς§ χριστος f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [4%] NU κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. 12 Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους* αμεμπτους rell ¦ αμεμπτως B [10%] ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ† χριστου f35 [80%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [20%] NU (Soden lists Kr for the omission, but is in error.) μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.‡ αυτου f35 B [96%] RP,HF,OC,TR,CP ¦ 1 αμην ℵA [4%] [NU]
<- 1 Thessalonians 21 Thessalonians 4 ->-
a διακονον του θεου και συνεργον ημων f35 (94.6%) RP,HF,OC,TR,CP ¦ 12345 υμων (0.7%) ¦ 123 ℵA (3.1%) ¦ ~ 523 (0.3%) NU ¦ 5 B (0.3%) ¦ five other readings (1%)
b υμας f35 [90%] RP,HF,OC,TR,CP ¦ — ℵA,B,I [10%] NU
c περι f35 [90%] RP,HF,OC,TR,CP ¦ υπερ ℵA,B [10%] NU
d το f35 ℵA,B [85%] RP,HF,OC,CP,NU ¦ τω [10%] TR ¦ του [5%]
e θλιψει και αναγκη f35 [92%] RP,HF,OC,TR,CP ¦ ~ 321 ℵA,B [8%] NU
f υμων rell ¦ ημων CP
g στηκητε f35 ℵ [40%] OC,TR,CP ¦ στηκετε A,B [60%] RP,HF,NU
h χριστος f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [4%] NU
i αμεμπτους rell ¦ αμεμπτως B [10%]
j χριστου f35 [80%] RP,HF,OC,TR,CP ¦ — ℵA,B [20%] NU (Soden lists Kr for the omission, but is in error.)
k αυτου f35 B [96%] RP,HF,OC,TR,CP ¦ 1 αμην ℵA [4%] [NU]