16 Καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος. 17 Φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν, καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος· ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς. 18 Κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμὸς, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 Καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα.
20 Ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 Καταφάγεται ὄρη, καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 Ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς. 24 Οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίῳν ἡμῶν θαυμάζομεν. 25 Καὶ ἐκεῖ τὰ παρὰδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζώου, κτίσις κητῶν. 26 Διʼ αὐτὸν εὐοδία τέλος αὐτοὺ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα.
27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων τὸ πᾶν ἐστιν αὐτός. 28 Δοξάζοντες ποῦ ἰσχύσωμεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 Φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 Δοξάζοντες Κύριον ὑψώσατε καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. 31 Τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλύνει αὐτὸν καθώς ἐστι; 32 Πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ. 33 Πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν.