9 Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη. 10 Ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ Κύριος εὐοδώσει αὐτόν. 11 Μὴ εἴπῃς, ὅτι διὰ Κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις. 12 Μὴ εἴπῃς, ὅτι αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
13 Πᾶν βδέλυγμα ἐμίσησε Κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν. 14 Αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. 15 Ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς, καὶ πίστιν ποιῆσαι εὐδοκίας. 16 Παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου. 17 Ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ. 18 Ὅτι πολλὴ σοφία τοῦ Κυρίου, ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα. 19 Καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου. 20 Καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν, καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
<- ΣΕΙΡΑΧ 14ΣΕΙΡΑΧ 16 ->