17 Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπαν, σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. 18 Εἶπε δὲ Λὼτ πρὸς αὐτοὺς, δέομαι 19 Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπʼ ἐμὲ, τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μή ποτε καταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. 20 Ἰδοὺ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά· καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου. 21 Καὶ εἶπεν αὐτῷ, ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. 22 Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ, οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης, Σηγώρ. 23 Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. 24 Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ. 25 Καὶ κατέστρεψε τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς. 26 Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. 27 Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου. 28 Καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας, καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινεν φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. 29 Καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι τὸν Θεὸν πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἁβραάμ· καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
30 Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετʼ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ· καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετʼ αὐτοῦ. 31 Εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν, ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. 32 Δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετʼ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 33 Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ ἐν τῷ ἀναστῆναι. 34 Ἐγένετο δὲ ἐν τῇ ἐπαύριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν, ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετʼ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. 35 Ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν, καὶ ἀναστῆναι. 36 Καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν. 37 Καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα, ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας. 38 Ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμὰν, λέγουσα, υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
<- ΓΕΝΕΣΙΣ 18ΓΕΝΕΣΙΣ 20 ->